Descrizione di un giardino meraviglioso (II)

Inserito in Achille Tazio.

Αμπελοι δε εκατερωθεν του δενδρου, καλαμοις εποχουμεναι, τοις φυλλοις εθαλλον, και ο καρπος ωραιαν ειχε την ανθην και δια της οπης των καλαμων εξεκρεματο και ην βοστρυχος του φυτου· των δε φυλλων ανωθεν αιωρουμενων υφ' ηλιω προς ανεμον συμμιγει ωχραν εμαρμαιρεν η γη την σκιαν. Τα δε ανθη ποικιλην εχοντα την χροιαν εν μερει συνεξεφαινε το καλλος, και ην τουτο της γης πορφυρα, ιον και ναρκισσος και ροδον. Μια μεν τω ροδω και τω ναρκισσφ η καλυξ οσον εις περιγραφην, και ην φιαλη του φυτου. Η χροια δε των περι την καλυκα φυλλων εσχισμενων τω ροδω μεν αιματος το ανω και γαλακτος το κατω του φυλλου, και ο ναρκισσος ην το παν ομοιος τω κατω του ροδου. Τω δ' ιω καλυξ μεν ουδαμου, χροια δε οιαν η της θαλασσης αστραπτει γαληνη. Εν μεσοις δε τοις ανθεσι πηγη ανεβλυζε.

Descrizione di un giardino meraviglioso (I)

Inserito in Achille Tazio.

Μετα δε την ταφην ευθυς εσπευδον επι την κορην η δε ην εν τω παραδεισω της οικιας. Ο δε παραδεισος αλσος ην, μεγα τι χρημα προς οφθαλμων ηδονην και περι το αλσος τειχιον ην αυταρκες εις υψος και εκαστη πλευρα τειχιου (τεσσαρες δε ησαν πλευραι) καταστεγος υπο χορω κιονων υπο δε τοις κιοσιν ενδον ην η των δενδρων πανηγυρις. Εθαλλον οι κλαδοι, συνεπιπτον αλληλοις αλλος επ' αλλον γειτονες αι των πεταλων περιπλοκαι, των φυλλων περιβολαι, των καρπων συμπλοκαι. Τοσαυτη τις ην ομιλια των φυτων. Ενιοις δε των δενδρων των αδροτερων κιττος και σμιλαξ παρεπεφυκει· η μεν εξηρτημενη πλατανου και περιπυκαζουσα ραδινη τη κομη· ο δε κιττος περι πευκην ελιχθεις ωκενουτο το δενδρον τανς περνπλοκανς, και εγινετο τω κνττω οχημα το φυτον, στεφανος δε ο κιττος του φυτου.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás