Il νους

Inserito in Anassagora.

Τα μεν αλλα παντος μοιραν μετεχει, νους δε εστιν απειρον και αυτοκρατες και μεμεικται ουδενι χρηματι, αλλα μονος αυτος επ' εωυτου εστιν. Ει μη γαρ εφ' εαυτου ην, αλλα τεωι εμεμεικτο αλλωι, μετειχεν αν απαντων χρηματων, ει εμεμεικτο τεωι· εν παντι γαρ παντος μοιρα ενεστιν, ωσπερ εν τοις προσθεν μοι λελεκταν και αν εκωλυεν αυτον τα συμμεμειγμενα, ωστε μηδενος χρηματος κρατειν ομοιως ως και μονον εοντα εφ' εαυτου. Εστι γαρ λεπτοτατον τε παντων χρηματων και καθαρωτατον, και γνωμην γε περι παντος πασαν ισχει και ισχυει μεγιστον και οσα γε ψυχην εχει και τα μειζω και τα ελασσω, παντων νους κρατει. Και της περιχωρησιος της συμπασης νους εκρατησεν, ωστε περιχωρησαι την αρχην. Και πρωτον απο του σμικρου ηρξατο περιχωρειν, επι δε πλεον περιχωρει, και περιχωρησει επι πλεον. Και τα συμμισγομενα τε και αποκρινομενα και διακρινομενα παντα εγνω νους.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás