Carmide esorta Andocide a difendersi dall'accusa di aver profanato i misteri

Inserito in Andocide.

Επειδη δε εδεδεμεθα παντες εν τω αυτω και νυξ τε ην και το δεσμωτηριον συνεκεκλητο, ηκον δε τω μεν μητηρ τω δε αδελφη τω δε γυνη και παιδες, ην δε βοη και οικτος κλαοντων και οδυρομενων τα παροντα κακα, λεγει προς με Χαρμιδης, ων μεν ανεψιος, ηλικιωτης δε και συνεκτραφεις εν τη οικια τη ημετερα εκ παιδος, οτι· «Ανδοκιδη, των μεν παροντων κακων ορςις το μεγεθος. Οις γαρ εχρω και οις συνησθα ανευ ημων των συγγενων, ουτοι επι ταις αιτιαις δι ας ημεις απολλυμεθα οι μεν αυτων τεθνασιν, οι δε οιχονται φευγοντες, σφων αυτων καταγνοντες αδικειν. Ει ηκουσας τι τουτου του πραγματος του γενομενου, ειπε, και πρωτον μεν σεαυτον σωσον, ειτα δε τον πατερα, ον εικος εστι σε μαλιστα φιλειν, ειτα δε τον κηδεστην, ος εχει σου την αδελφην ηπερ σοι μονη εστιν, επειτα δε τους αλλους συγγενεις και αναγκαιους τοσουτους οντας».

La mutilazione delle Erme (II)

Inserito in Andocide.

Εφη γαρ ειναι μεν ανδραποδον οι επι Λαυρειω, δειν δε κομισασθαι αποφοραν. Αναστας δε πρω, ψευσθεις της ωρας, βαδιζειν ειναι δε πανσεληνον. Επει δε παρα το προπυλαιον του Διονυσου ην, οραν ανθρωπους πολλους απο του ωδειου καταβαινοντας εις την ορχηστραν δεισας δε αυτους, εισελθων υπο την σκιαν, καθεζεσθαι μεταξυ του κιονος και της στηλης εφ' η ο στρατηγος εστιν ο χαλκους. Οραν δε ανθρωπους τον μεν αριθμον μαλιστα τριακοσιους, εσταναι δε κυκλω ανα πεντε και δεκα ανδρας, τους δε ανα εικοσιν ορων δε αυτων προς την σεληνην τα προσωπα των πλειστων γιγνωσκειν. Ιδων δε ταυτ' εφη επι Λαυρειον ιεναι, και τη υστεραια ακουειν οτι οι Ερμαι ειεν περικεκομμενον γνωναι ουν ευθυς οτι τουτων ειη των ανδρων το εργον.

La mutilazione delle Erme (I)

Inserito in Andocide.

Επειδη δε ταυτα εγενετο, Πεισανδρος και Χαρικλης, οντες μεν των ζητητων, ελεγον ως ειη τα εργα τα γεγενημενα ουκ ολιγων ανδρων αλλ' επι του δημου καταλυσει, και χρηναι ετι ζητειν και μη παυσασθαι. Και η πολις ουτως διεκειτο, ωστ' επειδη την βουλην εις το βουλευτηριον ο κηρυξ ανειποι ιεναι η μεν βουλη εις το βουλευτηριον ηει, οι δ' εκ της αγορας εφευγον, δεδιοτες εις εκαστος μη συλληφθειη. Επαρθεις ουν τοις της πολεως κακοις, εισαγγελλει Διοκλειδης εις την βουλην, φασκων ειδεναι τους περικοψαντας τους Ερμας, και ειναι αυτους εις τριακοσιους· ως δ' ιδοι και περιτυχοι τω πραγματι ελεγεν.

Alcibiade è accusato di aver violato i misteri

Inserito in Andocide.

Ην μεν εκκλησια τοις στρατηγοις τοις εις Σικελιαν, Νικια και Λαμαχω και Αλκιβιαδη, και τριηρης η στρατηγις ηδη εξωρμει η Λαμαχου· αναστας δε Πυθονικος εν τω δημω ειπεν· «Ω Αθηναιοι, υμεις μεν στρατιαν εκπεμπετε και κινδυνον αιρεισθαι μελλετε. Αλκιβιαδην δε τον στρατηγον αποδειξω υμιν τα μυστηρια ποιουντα εν οικια μεθ' ετερων, και, εαν ψηφισησθε αδειαν ω εγω κελευω, θεραπων υμιν ενος των ενθαδε ανδρων αμυητος ων ερει τα μυστηρια· ει δε μη, χρησθε εμοι ο τι αν υμιν δοκη, εαν μη ταληθη λεγω». Αντιλεγοντας δε Αλκιβιαδου πολλα και εξαρνου οντος, εδοξε τοις πρυτανεσι τους μεν αμυητους μεταστησασθαι, αυτους δ' ιεναι επι το μειρακιον δ' ο Πυθονικος εκελευε. Και ωχοντο, και ηγαγον θεραποντα Πολεμαρχου. Επει δε εψηφισαντο αυτω την αδειαν, ελεγεν οτι εν τη οικια τη Πουλυτιωνος γιγνοιτο μυστηρια.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás