Sofocle

Inserito in Anonimo del Sublime.

Εγενετο ουν Σοφοκλης το γενος Αθηναιος, δημου Κολωνηθεν, και τω βιω και τη ποιησει περιφανης, καλως τ' επαιδεοθη και ετραφη εν ευπορια. Διεπονηθη δ' εν παισι και περι παλαιστραν και μουσικην, εξ ων αμφοτερων εστεφανωθη, ως φησιν Ιστρος. Εδιδαχθη δε την μουσικην παρα Λαμπρω, και μετα την εν Σαλαμινι ναυμαχιαν Αθηναιων περι τροπαιον οντων μετα λυρας γυμνος αληλιμμενος τοις παιανιζουσι των επινικιων εξηρχε. Παρ Αισχυλω δε την τραγφδιαν εμαθε. Και πολλα εκαινουργησεν εν τοις αγωσι, πρωτον μεν καταλυσας την υποκρισιν του ποιητου δια την ιδιαν μικροφωνιαν (παλαι γαρ και ο ποιητης υπεκρινετο αυτος), τους δε χορευτας ποιησας αντι δωδεκα πεντεκαιδεκα. Και τον τριτον υποκριτην εξευρε. Φασι δε οτι και κιθαραν αναλαβων εν μονω τω Θαμυριδι ποτε εκιθαρισεν, οθεν και εν τη Ποικιλη Στοα μετα κιθαρας αυτον γεγραφθαι.

Grande carattere, grandi difetti

Inserito in Anonimo del Sublime.

Εγω δ' οιδα μεν ως αι υπερμεγεθεις φυσεις ηκιστα καθαραι· το γαρ εν παντι ακριβες κινδυνος μικροτητος, εν δε τοις μεγεθεσιν, ωσπερ εν τοις αγαν πλουτοις, ειναι τι χρη και παρολιγωρουμενον· μηποτε δε τουτο και αναγκαιον η, το τας μεν ταπεινας και μεσας φυσεις δια το μηδαμη παρακινδυνευειν μηδε εφιεσθαι των ακρων αναμαρτητους ως επι το πολυ και ασφαλεστερας διαμενειν, τα δε μεγαλα επισφαλη δι αυτο γινεσθαι το μεγεθος. Αλλα μην ουδε εκεινο αγνοω το δευτερον, οτι φυσει παντα τα ανθρωπεια απο του χειρονος αει μαλλον επιγινωσκεται και των μεν αμαρτηματων ανεξαλειπτος η μνημη παραμενει, των καλων δε ταχεως απορρει.

Potenza del Sublime

Inserito in Anonimo del Sublime.

Γραφων δε προς σε, φιλτατε, τον παιδειας επιστημονα, σχεδον απηλλαγμα και του δια πλειονων προυποτιθεσθαι ως ακροτης και εξοχη τις λογων εστι τα υψη, και ποιητων τε οι μεγιστοι και συγγραφεων ουκ αλλοθεν η ενθενδε ποθεν επρωτευσαν και ταις εαυτων περιεβαλον ευκλειαις τον αιωνα. Ου γαρ εις πειθω τους ακροωμενους, αλλ' εις εκστασιν αγει τα υπερφυα: παντη δε γε συν εκπληξει του πιθανου και του προς χαριν αει κρατει το θαυμασιον, ειγε το μεν πιθανον ως τα πολλα εφ' ημιν, ταυτα δε δυναστειαν και βιαν αμαχον προσφεροντα παντος επανω του ακροωμενου καθισταται. Και την μεν εμπειριαν της ευρεσεως και την των πραγματων ταξιν και οικονομιαν ουκ εξ ενος ουδ' εκ δυειν, εκ δε του ολου των λογων υφους μολις εκφαινομενην ορωμεν, υψος δε που καιριως εξενεχθεν τα τε πραγματα δικην σκηπτου παντα διεφορησε και την του ρητορος ευθυς αθροαν ενεδειξατο δυναμιν.

Le fonti del Sublime

Inserito in Anonimo del Sublime.

Επει δε πεντε, ως αν εωποι τις, πηγαι τινες εισιν αι της υψηγοριας γονιμωταται, προυποκειμενης, ωσπερ εδαφους τινος κοινου, ταις πεντε ταυταις ιδεαις της εν τω λεγειν δυναμεως, ης ολως χωρις ουδεν, πρωτον μεν και κρατιστον το περι τας νοησεις αδρεπηβολον, ως καν τοις περι Ξενοφωντος ωριπαμεθα, δευτερον δε τοσφοδρον και ενθουσισατικον παθος. Αλλ' αι μεν δυο ουται του υψους κατα το πλεον αυθιγενεις συστασεις, οι λοιπαι δ' ηδη και δια τεχνης, η τε ποια των σχηματων πλασις ( διοσα δε που ταυτα, τα μεν νοησεως, θατερα δε λεξεως ), επι δε τουτοις η γενναια φρασις, ης μερη παλιν ονοματων τε εκλαγη και η τροπικη και πεποιημενη λεξις πεμπτη δε μεγεθους αιτια και συγκλεουσα τα προ εαυτης απαντα, η εν αξιωματι και διαροει συνθεσις.

Le figure contribuiscono al Sublime

Inserito in Anonimo del Sublime.

Φυσει πως συμμαχει τε τω υψει τα σχηματα και παλιν αντισυμμαχειται θαυμαστως υπ' αυτου. Πη δε και πως; Εγω φρασω. Υποπτον εστιν ιδιως το δια σχηματων πανουργειν και προσβαλλον υπονοιαν ενεδρας, επιβουλης, παραλογισμου, και ταυθ' οταν η προς κριτην κυριον ο λογον, μαλιστα δε προς τυραννους, βασιλεας, ηγεμονας εν υπεροχαις αγανεκτει γαρ ευθυς, ει ως παις αφρων υπο τεχνιτου ρητορος σχηματιοις κατασοφιζεται, και εις καταφρονησιν εαυτου λαμβανων τον παραλογισμον ενιοτε μεν αποθηριουται το συνολον, καν επικρατηση δε του θυμου, προς την πειθω των λογων παντως αντιδεανιθεται. Διοπερ και τοτε αριστον δοκει το σχημα, οταν αυτο τουτο διαλανθανη, οτι σχημα εστιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás