I Greci approdano a Tenedo

Inserito in Apollodoro.

Οι Ελληνες αγαγονται εξ Αυλιδος και Τενεδω προσεχουσιν. Ταυτης βασιλευει Τενης ο Κυκνου και Προκλειας, ως δε τινες λεγουσιν Απολλωνοσ· ουτος πολλου χρονου ενταυθα φυγας κατωκει. Προσπλεοντας ουν Τενεδω τους Ελληνας Τενης ορων, πειρα αυτους απειργειν βαλλων πετρους, αλλ' Αχιλλευς ξιφει αυτον πλησσει κατα το στηθος και αποθνησκει, απερισκεπτος δε της φραδης της εκ Θετιδος· «Ω τεκνε, μη κτεινε Τενην, διοτι Απολλων υστερον αποθανειται σε». Τελουντων δε αυτων Απολλωνι θυσιαν, εκ του βωμου υδρος προσερχεται και δακνει Φιλοκτητην, αθεραπευτου δε του ελκους και δυσωδους γιγνομενου, της δε οδμης ουκ ανεχομενου του στρατου, Ουδσσευς αυτον εις νησον Λημνον μεθ' ων ειχε τοξων Ηρακλειων εισαγει και ενθα εκτιθησι, κελευοντος Αγαμεμνονος. Ο δε εκει τα πτηνα τοξευων τροφην εχει και τον βιον διαγει εν ερημια.

La saga di Edipo (III)

Inserito in Apollodoro.

Τουτου δε βασιλευοντος ου μικρα συμφορα κατεσχε Θηβας. Επεμψε γαρ Ηρα Σφιγγα, η μητρος μεν Εχιδνης ην πατρος δε Τυφωνος, ειχε δε προσωπον μεν γυναικος, στηθος δε και βασιν και ουραν λεοντος και πτερυγας ορνιθος. Μαθουσα δε αινιγμα παρα μουσων επι το Φικιον ορος εκαθεζετο, και τουτο προυτεινε Θηβαιοις. Ην δε το αινιγμα· τι εστιν ο μιαν εχον φωνην τετραπουν και διπουν και τριπουν γινεται; Χρησμου δε Θηβαιοις υπαρχοντος τηνικαυτα απαλλαγησεσθαι της Σφιγγος ηνικα αν το αινιγμα λυσωσι, συνιοντες εις ταυτο πολλακις εζητουν τι το λεγομενον εστιν, επει δε μη ευρισκον, αρπασασα ενα κατεβιβρωσκε. Πολλων δε απολομενων, και το τελευταιον Αιμονος του Κρεοντος, κηρυσσει Κρεων τω το αινιγμα λυσοντι και την βασιλειαν και την Λαιου δωσειν γυναικα. Οιδιπους δε ακουσας ελυσεν, ειπων το αινιγμα το υπο της Σφιγγος λεγομενον ανθρωπον ειναι· γινεσθαι γαρ τετραπουν βρεφος οντα τοις τετταρσιν οχουμενον κωλοις, τελειουμενον δε διπουν, γηρωντα δε τριτην προσλαμβανειν βασιν το βακτρον. Η μεν ουν Σφιγξ απο της ακροπολεως εαυτην ερριψεν, Οιδιπους δε και την βασιλειαν παρελαβε και την μητερα εγημεν αγνοων, και παιδας ετεκνωσεν εξ αυτης Πολυνεικην και Ετεοκλεα, θυγατερας δε Ισμηνην και Αντιγονην.

La saga di Edipo (II)

Inserito in Apollodoro.

Τελειωθεις δε ο παις, και διαφερων των ηλικων ρωμη, δια φθονον ωνειδιζετο υποβλητος. Ο δε πυνθανομενος παρα της Περιβοιας μαθειν ουκ ηδυνατο· αφικομενος δε εις Δελφους περι των ιδιων επυνθανετο γονεων. Ο δε θεος ειπεν αυτω εις την πατριδα μη πορευεσθαι· τον μεν γαρ πατερα φονεοσειν, τη μητρι δε μιγησεσθαι. Τουτο ακουσας, και νομιζων εξ ων ελεγετο γεγεννησθαι, Κορινθον μεν απελιπεν, εφ' αρματος δε δια της Φωκιδος φερομενος συντυγχανει κατα τινα στενην οδον εφ' αρματος οχουμενω Λαιω. Και Πολυφοντου (κηρυξ δε ουτος ην Λαιου) κελευοντος εκχωρειν και δι απειθειαν και αναβολην κτειναντος των ιππων τον ετερον, αγανακτησας Οιδιπους και Πολυφοντην και Λαιον απεκτεινε, και παρεγενετο εις Θηβας.

La saga di Edipo (I)

Inserito in Apollodoro.

Μετα δε την Αμφιονος τελευτην Λαιος την βασιλειαν παρελαβε. Και γημας θυγατερα Μενοικεως, ην ενιοι μεν Ιοχαστην ενιοι δε Επιχαστην λεγουσι, χρησαντος του θεου μη γενναν (τον γεννηθεντα γαρ πατροχτονον εσεσθαι) ο δε οινωθεις συνηλθε τη γυναιχι. Και το γεννηθεν εχθειναι διδωσι νομει, περοναις διατρησας τα σφυρα. Αλλ' ουτος μεν εξεθηχεν εις Κιθαιρωνα, Πολυβου δε βουχολοι, του Κορινθιων βασιλεως, το βρεφος ευροντες προς την αυτου γυναικα Περιβοιαν ηνεγκαν. Η δε ανελουσα υποβαλλεται, και θεραπευσασα τα σφυρα Οιδιπουν καλει, τουτο θεμενη το ονομα δια το τους ποδας ανοιδησαι.

Eracle lascia gli Argonauti alla ricerca di Ila

Inserito in Apollodoro.

Ενταυθα δε Ηρακλεα και Πολυφημον κατελιπον. Υλας γαρ ο Θειοδαμαντος παις, Ηρακλεους δε ερωμενος, αποσταλεις υδρευσασθαι δια καλλος υπο νυμφων ηρπαγη. Πολυφημος δε ακουσας αυτου βοησαντος, σπασαμενος το ξιφος εδιωκεν, υπο ληστων αγεσθαι νομιζων. Και δηλοι συντυχοντι Ηρακλει. Ζητουντων δε αμφοτερων τον Υλαν η ναυς ανηχθη, και Πολυφημος μεν εν Μυσια κτισας πολιν Κιον εβασιλευσεν, Ηρακλης δε υπεστρεψεν εις Αργος. Ηροδωρος δε αυτον ουδε την αρχην φησι πλευσαι τοτε, αλλα παρ Ομφαλη δουλευειν. Φερεκυδης δε αυτον εν Αφεταις της Θεσσαλιας απολειφθηναι λεγει, της Αργους φθεγξαμενης μη δυνασθαι φερειν το τουτου βαρος. Δημαρατος δε αυτον εις Κολχους πεπλευκοτα παρεδωκε· Διονυσιος μεν γαρ αυτον και ηγεμονα φησι των Αργοναυτων γενεσθαι.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás