La battaglia del Metauro

Inserito in Appiano.

Εν τουτω δε και Ασδρουβας, ο αδελφος Αννιβου, την στρατιαν ην εξεναγησεν εν τοις Κελτιβηρσιν εχων, διεβαινεν εις την Ιταλιαν, αγων πεζους μεν τετρακισμυριους επι οκτακισχιλιοις, ιππεας δε οκτακισχιλιους, και ελεφαντας πεντεκαιδεκα. Και γραμματα προς τον αδελφον επεμπε, δηλων οτι παρειη. Τουτων των γραμματων υπο Ρωμαιων αλοντων, οι υπατοι Σαλινατωρ και Νερων, μαθοντες αυτου το πληθος της στρατιας απο των γραμματων, συνηλθαν εις το αυτο πασαις ταις δυναμεσι, και αντεστρατοπεδευσαν αυτω περι πολιν Σηνας. Ο δ' ουπω μαχεσθαι κεκρικως, αλλα τω αδελφω συνελθειν επειγομενος, υπεχωρει. Και νυκτος αναζευξας, περι ελη και τελματα και ποταμον ουκ ευπορον ηλατο, μεχρι, φανεισης ημερας, οι Τωμαιοι καταλαβοντες αυτους διερριμμενους και κεκμηκοτας υπ' αγρυπνιας και κοπου, πλειστους μεν αυτων, αμα τοις ταξιαρχοις, συντασσομενους ετι και συνιοντας διεφθειραν, και αυτον επ' εκεινοις Ασδρουβαν πλειστους δ' αιχμαλωτους ελαβον.

La fine della battaglia di Canne

Inserito in Appiano.

Οι Ρωμαιοι, εως μεν αυτοις ο Αιμιλιος και ο Σερουιλιος περιησαν, πολλα δρωντες τε και πασχοντες ομως υπεμενον εν ταξει· επει δ' επεσον αυτων οι στρατηγοι, διο μεσων βιαζομενοι των εχθρων μαλα καρτερως κατα μερη διεφυγον, οι μεν ενθαπερ οι προ αυτων επεφευγεσαν, ες τα στρατοπεδα, δυο οντα, και συμπαντες οιδε εγενοντο αμφι τους μυριους και πεντακισχιλιους, οις ο Αννιβας φυλακην επε στησεν οι δε ες Καννας, περι δισχιλιους, και παρεδωκαν εαυτους οιδε οι δισχιλιοι τω Αννιβα. Ολιγοι δ' ες Κανυσιον διεδρασαν, και οι λοιποι κατα μερος εσκεδασθησαν ανα τας υλας. Τουτο τελος ην της επι Κανναις Αννιβου τε και Ρωμαιων μαχης, αρξαμενης μεν υπερ ωραν δευτεραν, ληξασης δε προ δυο της νυκτος ωρων, ουσης δ' ετι νυν αοιδιμου Ρωμαιοις επι συμφορα. Απεθανον γαρ αυτων εν ταισδε ταις ωραις πεντακισμυριοι, και ζωντων εληφθη πολυ πληθος· απο τε της βουλης πολλοι παροντες ετελευτησαν, και επ' αυτοις ταξιαρχοι τε παντες και λοχαγοι, και των στρατηγων αυτων οι αριστοι δυο.

I Cartaginesi rifiutano l'invio di rinforzi

Inserito in Appiano.

Γιγνονται τινες εν τωδε τω χειμωνι Αννιβα και Ρωμαιοις ακροβολισμοι συνεχεις ες αλληλους· και τα Ρωμαιων επικυδεστερα και ευθαρσεστερα ην. Ο δ' Αννιβας επεστελλε μεν αει τα γιγνομενα Καρχηδονιοις υπερεπαιρων, τοτε δε απολωλοτων αυτω πολλων ηπορει, και στρατιαν ητει και χρηματα. Οι δε εχθροι παντα επισκωπτοντες τα Αννιβου, και τοτε υπεκρινοντο απορειν, οτι, των νικωντων ουκ αιτουντων χρηματα αλλα πεμποντων ες τας πατριδας, ο Αννιβας αιτοιη, λεγων νικαν. Οις οι Καρχηδονιοι πεισθεντες, ουτε στρατιαν επεμπον ουτε χρηματα. Και ο Αννιβας ταυτ' οδυρομενος εγραφεν ες Ιβηριαν Ασδρουβα τω αδελφω, παρακαλων αυτον αρχομενου θερους μεθ' οσης δυναιτο στρατιας και χρηματων εσβαλειν ες την Ιταλιαν, και πορθειν αυτης τα επεκεινα, ινα δηωτο πασα και Ρωμαιοι καμνοιεν υπ' αυτων εκατερωθεν.

Cinea riferisce ai Romani le proposte di pace di Pirro

Inserito in Appiano.

Ο Πυρρος, ο βασιλευς της Ηπειρου, νικησας τους Ρωμαιους και αναλαβειν χρηζων την στρατιαν εκ μαχης ευτονου, και Ρωμαιοις ελπιζων ες διαλυσεις τοτε μαλιστα ενδωσειν, επεμπεν ες Τωμην Κινεαν τον Θεσσαλον, δοξαν επι λογοις εχοντα μιμεισθαι την Δημοσθενους αρετην. Και παρελθων ο Κινεας ες το βουλευτηριον αλλα τε πολλα περι του βασιλεως εσεμνολογει, και την επι τω αγωνι μετριοπαθειαν κατελογιζετο, μητ' επι την πολιν ευθυς ελασαντος μητ' επι το ησσημενον στρατοπεδον εδιδου δ' αυτοις ειρηνην και φιλι αν και συμμαχιαν προς Πυρρον, ει Ταραντινους μεν ες ταυτα συμπεριλαβοιεν, τους δ' αλλους Ελληνας τους εν Ιταλια κατοικουντας ελευθερους και αυτονομους εωεν, Λευκανοις δε και Σαυνιταις και Δαυνιοις και Βρεττιοις αποδοιεν οσα αυτων εχουσι πολεμω λαβοντες. Και γιγνομενων εφη τουτων, Πυρρον αποδωσειν αυτοις τους αιχμαλωτους ανευ λυτρων.

Le Forche Caudine (III)

Inserito in Appiano.

Απαγγελθεισης δε της συμφορας ες την παλιν, οιμωγη και θρηνος ην, ως επι πενθει και αι γυναικες εκοπτοντο τους αισχρως περισεσωσμενους, ως αποθανοντας· η τε βουλη την επιπορφυρον εσθητα απεθετο, και θυσιαι, και γαμοι, και οσα αλλα τοιουτοτροπα, επεσχετο επι το ετος ολον, εως την συμφοραν ανελαβον. Των δε αφειμενων, οι μεν ες τους αγρους διεφευγαν υπο αιδους, οι δε νυκτος ες την πολιν εσηεσαν οι δε αρχοντες ημερας μεν εσηλθον υπ' αναγκης, και τα σημεια της αρχης επεκειτο αυτοις· επρασσον δε ουδεν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás