Inferiorità di donne, schiavi e barbari

Inserito in Aristotele.

Ουν διωρισται το θηλυ και το δουλον (ουθεν γαρ η φυσις ποιει τοιουτον οιον οι χαλκοτυποι την Δελφικην μαχαιραν, πενιχρως, αλλ' εν προς εν ουτω γαρ αν αποτελοιτο καλλιστα των οργανων εκαστον, μη πολλοις εργοις αλλ' ενι δουλευον)· εν δε τοις βαρβαροις το θηλυ και το δουλον την αυτην εχει ταξιν. Αιτιον δ' οτι το φυσει αρχον ουκ εχουσιν, αλλα γινεται η κοινωνια αυτων δουλης και δουλου. Διο φασιν οι ποιηται· «βαρβαρων δ' 'Ελληνας αρχειν εικος», ως ταυτο φυσει βαρβαρον και δουλον ον. Εκ μεν ουν τουτων των δυο κοινωνιων οικια πρωτη, και ορθως Ησιοδος ειπε ποιησας· «οικον μεν πρωτιστα γυναικα τε βουν τ αροτηρα»· ο γαρ βους αντ' οικετου τοις πενησιν εστιν.

Il saggio e la felicità

Inserito in Aristotele.

Δεησει δε και της εκτος ευημεριας ανθρωπω οντι· ου γαρ αυταρκης η φυσις προς το θεωρειν, αλλα δει και το σωμα υγιαινειν και τροφην και την λοιπην θεραπειαν υπαρχειν. Ου μην οιητεον γε πολλων και μεγαλων δεησεσθαι τον ευδαιμονησοντα, ει μη ενδεχεται ανευ των εκτος αγαθων μακαριον ειναι· ου γαρ εν τη υπερβολη το αυταρκες ουδ' η πραξις, δυνατον δε και μη αρχοντα γης και θαλαττης πραττειν τα καλα· και γαρ απο μετριων δυναιτ' αν τις πραττειν κατα την αρετην (τουτο δ' εστιν ιδειν εναργως· οι γαρ ιδιωται των δυναστων ουχ ηττον δοκουσι τα επιεικη πραττειν, αλλα και μαλλον)· ικανον δε τοσαυθ' υπαρχειν εσται γαρ ο βιος ευδαιμων του κατα την αρετην ενεργουντος.

Sul giusto mezzo

Inserito in Aristotele.

Λεγω δε του μεν πραγματος μεσον το ισον απεχον αφ' εκατερου των ακρων, οπερ εστιν εν και το αυτο πασιν, προς ημας δε ο μητε πλεοναζει μητε ελλειπει· τουτο δ' ουχ εν, ουδε ταυτον πασιν. Οιον ει τα δεκα πολλα τα δε δυο ολιγα, τα εξ μεσα λαμβανουσι κατα το πραγμα· ισω γαρ υπερεχει τε και υπερεχεται· τουτο δε μεσον εστι κατα την αριθμητικην αναλογιαν. Το δε προς ημας ουχ ουτω ληπτεον ου γαρ ει τω δεκα μναι φαγειν πολυ δυο δε ολιγον, ο αλειπτης εξ μνας προσταζει· εστι γαρ ισως και τουτο πολυ τω ληψομενω η ολιγον Μιλωνι· μεν γαρ ολιγον, τω δε αρχομενω των γυμνασιων πολυ. Ομοιως επι δρομου και παλης.

Opinioni diverse su che cosa sia la felicità

Inserito in Aristotele.

Ονοματι μεν ουν σχεδον υπο των πλειστων ομολογειται· την γαρ ευδαιμονιαν και οι πολλοι και οι χαριεντες λεγουσιν, το δ' ευ ζην και το ευ πραττειν ταυτον υπολαμβανουσι τω ευδαιμονειν περι δε της ευδαιμονιας, τι εστιν, αμφισβητουσι και ουχ ομοιως οι πολλοι τοις σοφοις αποδιδοασιν. Οι μεν γαρ των εναργων τι και φανερων, οιον ηδονην η πλουτον η τιμην, αλλοι δ' αλλο - πολλακις δε και ο αυτος ετερον· νοσησας μεν γαρ υγιειαν, πενομενος δε πλουτον συνειδοτες δ' εαυτοις αγνοιαν τους μεγα τι και υπερ αυτους λεγοντας θαυμαζουσιν. Ενιοι δ' ωοντο παρα τα πολλα ταυτα αγαθα αλλο τι καθ' αυτο ειναι, ο και τουτοις πασιν αιτιον εστι του ειναι αγαθα. Απασας μεν ουν εξεταζειν τας δοξας ματαιοτερον ισως εστιν, ικανον δε τας μαλιστα επιπολαζουσας η δοκουσας εχειν τινα λογον.

Il movimento

Inserito in Aristotele.

Εστι δε το μεν ενεργεια μονον το δε δυναμει το δε δυναμει και ενεργεια, το μεν ον το δε ποσον το δε των λοιπων. Ουκ εστι δε τις κινησις παρα τα πραγματα· μεταβαλλει γαρ αει κατα τας του οντος κατηγοριας, κοινον δ' επι τουτων ουδεν εστιν ο ουδ' εν μια κατηγορια. Εκαστον δε διχως υπαρχει πασιν (οιον το τοδε - το μεν γαρ μορφη αυτου το δε στερησις - και κατα το ποιον το μεν λευκον το δε μελαν, και κατα το ποσον το μεν τελειον το δε ατελες, και κατα φοραν το μεν ανω το δε κατω, η κουφον και βαρυ)· ωστε κινησεως και μεταβολης τοσαυτ' ειδη οσα του οντος. Διηρημενου δε καθ' εκαστον γενος του μεν δυναμει του δ' εντελεχεια, την του δυναμει η τοιουτον εστιν ενεργειαν λεγω κινησιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás