I Gimnosofisti

Inserito in Arriano.

Οι παντες Ινδοι νεμεμηνται εις επτα γενη. Εν μεν αυτοις οι σοφισται εισιν, οι παρα τοις Ινδοις περι πολλου ποιουνται. Ουτοι δε θυοσιν τας θυσιας τοις θεοις υπερ του κοινου των Ινδων; οστις δε ιδια θυει, εξηγητης της θυσιας αυτω τις των σοφιστων τουτων γιγνεται. Ουτοι οι σοφισται μαντευονται υπερ των ωρων του ετους και ει τις συμφορα εις το κοινον καταλαμβανει, τα δε ιδια ουκ αυτοις μελει μαντευεσθει. Οστις δε αμαρτανει εις τρις μαντευομενος, τουτον αναγκαιον εστι σιωπαν του λοιπου, και ουκ εστιν οστις εξαναγκαζει τον ανδρα τουτον φονειν. Ουτοι οι σοφισται γυμνοι διαιτωνται, του μεν χειμονως υπαιθριοι εν τω ηλιω, του δε θερους εν τοις λειμωσι και τοις ελεσιν υπο δενδροις μεγαλοις. Σιτουνται δε τα ωραια και τον φλοιον των δενδρων, οστις ουτω γλυκυς εστιν, ωσπερ αι βαλανοι των φοινικων.

Durante un banchetto Alessandro uccide l'amico Clito

Inserito in Arriano.

Ως των Φιλιππου τινες εργων, οτι ου μεγαλα ουδε θαυμαστα Φιλιππω κατεπραχθη, ουδεμια ξυν δικη επεμνησθησαν, χαριζομενοι και ουτοι Αλεξανδρω, λεγουσι τον Κλειτον ηδη ουκετι εν εαυτου οντα πρεσβευειν μεν τα του Φιλιππου, καταβαλλειν δε Αλεξανδρον τε και τα τουτου εργα, παροινουντα ηδη τον Κλειτον, τα τε αλλα και πολυν ειναι εξονειδιζοντα Αλεξανδρω οτι προς αυτου αρα εσωθη, οποτε η ιππομαχια η επι Γρανικω ξυνειστηκει προς Περσας· και δη και την δεξιαν την αυτου σοβαρως ανατειναντα· «Αυτη σε η χειρ,» φαναι, «ω Αλεξανδρε, εν τω τοτε εσωσε». Και Αλεξανδρον ουκετι φερειν του Κλειτου την παροινιαν τε και υβριν, αλλα αναπηδαν γαρ ξυν οργη επ' αυτον, κατεχεσθαι δε υπο των ξυμπινοντων. Κλειτον δε ουκ ανιεναι υβριζοντα· αναπηδησαντα ουν Αλεξανδρον οι μεν λογχην αρπασαι λεγουσι των σωματοφυλακων τινος και ταυτη παισαντα Κλειτον αποκτειναι.

Alessandro decide di consultare l'oracolo di Ammone

Inserito in Arriano.

Επι τουτοις ποθος λαμβανει αυτον ελθειν παρα Αμμωνα ες Λιβυην, ως μεν τι τω θεω χρησομενον, οτι ατρεκες ελεγετο ειναι το μαντειον του Αμμωνος, και χρησασθαι αυτω Περσεα και Ηρακλεα, τον μεν επι την Γοργονα οτε προς Πολυδεκτου εστελλετο, τον δε οτε παρ' Ανταιον ηει εις Λιβυην και παρα Βουσιριν εις Αιγυπτον. Αλεξανδρω δε φιλοτιμια ην προς Περσεα και Ηρακλεα, απο γενους τε οντι του αμφοιν και τι και αυτος της γενεσεως της εαυτου ες Αμμωνα ανεφερε, καθαπερ οι μυθοι την Ηρακλεους τε και Περσεως ες Δια. Και ουν παρ' Αμμωνα ταυτη τη γνωμη εστελλετο, ως και τα αυτου ατρεκεστερον εισομενος η φησων γε εγνωκεναι. Μεχρι μεν δη Παραιτονιου παρα θαλασσαν ηει δι ερημου, ου μεντοι δι ανυδρου της χωρας. Εντευθεν δε ες την μεσογαιαν ετραπετο, ινα το μαντειον ην του Αμμωνος.

Alessandro combatte al Granico

Inserito in Arriano.

Αλεξανδρος, αναπηδησας επι τον ιππον και τοις αμφ' αυτον εγκελευσαμενος επεσθαι και ανδρας αγαθους γιγνεσθαι, αγων το δεξιον κερας υπο σαλπιγγων τε και τω Ενυαλιω αλαλαζοντας εμβαινει ες τον πορον. Αλεξανδρος ηδη πλησιον ην, αμα οι αγων το κερας το δεξιον, και εμβαλλει ες τους Περσας πρωτος, ινα το παν στιφος της ιππου και αυτοι οι ηγεμονες των Περσων τεταγμενοι ησαν και περι αυτον ξυνειστηκει μαχη καρτερα· και εν τουτω αλλαι επ' αλλαις των ταξεων τοις Μακεδοσι διεβαινον ου χαλεπως ηδη. Και ην μεν απο των ιππων η μαχη, πεζομαχια δε μαλλον τι εφκει. Ξυνεχομενοι γαρ ιπποι τε ιπποις και ανδρες ανδρασιν ηγωνιζοντο, οι μεν εξωσαι εις απαν απο της οχθης και ες το πεδιον βιασασθαι τους Περσας, οι Μακεδονες, οι δε ειρξαι τε αυτων την εκβασιν, οι Περσαι, και ες τον ποταμον αυθις απωσασθαι. Και εκ τουτου επλεονεκτουν ηδη οι συν Αλεξανδρω τη τε αλλη ρωμη και εμπειρια και οτι ξυστοις κρανεινοις προς παλτα εμαχοντο.

Vittoria di Alessandro sui Traci

Inserito in Arriano.

Ενθα οι Μακεδονες θαρσησαντες οτι αβλαβεις αυτοις, ας μαλιστα εδεδιεσαν, αι αμαξαι εγενοντο, συν βοη ες τους Θρακας ενεβαλον, Αλεξανδρος δε τους τοξοτας μεν απο του δεξιου κερως προ της αλλης φαλαγγος, οτι ταυτη ευποροτερα ην, ελθειν εκελευσε και εκτοξευειν ες τους θρακας οπη προσφεροιντο· αυτος δε αναλαβων το αγημα και τους υπασπιστας και τους Αγριανας κατα το ευωνυμον ηγεν. Ενθα δη οι τοξοται βαλλοντες τους προεκθεοντας των Θρακων ανεστελλαν και η φαλαγξ προσμιξασα ου χαλεπως εξεωσεν εκ της χωρας ανθρωπους ψιλους και κακως ωπλισμενους βαρβαρους, ωστε Αλεξανδρον απο του ευωνυμου επαγοντα ουκετι εδεξαντο, αλλα ριψαντες, ως εκαστοις προυχωρει, τα οπλα, κατα του ορους εφυγον. Και απεθανον μεν αυτων ες χιλιους και πεντακοσιους, ζωντες δε ανδρες μεν ολιγοι εληφθησαν δι ωκυτητα και της χωρας εμπειριαν, γυναικες δε οσαι ξυνειποντο αυτοις, εαλωσαν πασαι, και τα παιδαρια και η λεια πασα εαλω.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás