Generosità di Cimone

Inserito in Ateneo.

Κιμων ο Αθηναιος εν τοις αγροις και τοις κηποις ουδενα του καρπου καθιστη φυλακα, οπως οι βουλομενοι των πολιτων εισιοντες οπωριζωνται και λαμβανωσιν ει τινος δεοιντο των εν τοις χωριοις. Επειτα την οικιαν παρειχε κοινην απασι, και δειπνον αει ευτελες εκελευε καρασκευαζεσθαι πολλοις ανθρωποις, και τους απορους προσιοντας των Αθηναιων εισιοντας δειπνειν. Εθεραπευε δε και τους καθ' εκαστην ημεραν αυτου τι δεομενους. Και λεγουσιν ως περιηγετο μεν αει νεανισκους δυ η τρεις, εχοντας κερματα· τουτοις δε διδοναι προσεταττεν, οποτε τις προσελθοι αυτου δεομενος. Και φασι μεν αυτον και εις πενητων ταφην εισφερειν, οποτε δε των πολιτων τινα ιδοι κακως ημφιεσμενον, κελευειν αυτω μεταμφιεννυσθαι των νεανισκων τινα των ακολουθουντων αυτω. Εκ δε τουτων απαντων ευδοκιμει και πρωτος ην των πολιτων.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás