Quando i difetti prevalgono sui pregi

Inserito in Babrio.

Γαλην δολω τις συλλαμβανει και δησας μελλει πνιγειν βαλων εις ταφρον μεστην υδατων. Η γαλη δε βοα λεγουσα· «Κακην χαριν τινεις ων ωφεληκα θηρωσα μυς τε και σαυρας». Ο δε γελασας και ετι μαλλον κατασφιγγων αυτην ελεξεν· «Επιμαρτυρω σοι και ομολογω οτι τον οικον μου πεφυλαχας απο πολλων δυσχερων και απηλλαχας πολλων κακων. Και γαρ πεφονευκας τους μυς και διεφθαρκας τας σαυρας, ζωα βλαβερα· αλλα και βεβλαφας πλειστα, επει πασας επνιγες ορνιθας, παντα δε τα σιτια μου κατησιπες, πλειστα δ' οικον ηρημους, ωστε δει σε αποθνησκειν βλαψασαν μαλλον η ωφελησασαν».

PageRank

Google Pagerank mérés, keresőoptimalizálás