Cesare attraversa l'Adriatico di sorpresa

Inserito in Cassio Dione.

Πομπηιος μεν δη εν τε τη Θεσσαλονικη εχειμαζε και φυλακην ουκ ακριβη των παραθαλασσιων εποιειτο (ουτε γαρ ες την Ιταλιαν ηδη τον Καισαρα εκ της Ιβεριας αφιχθαι ενομιζε, ει τε και παρειη, αλλ' εν γε τω χειμωνι ουχ υπωπτευσεν αυτον τολμησειν τον Ιονιον διαβαλειν), Καισαρ δε ην μεν εν Βρεντεσιω το εαρ αναμενων, πυθομενος δε εκεινον τε πορρω τε οντα και την καταντιπερας Ηπειρον αμελοις τηρουμενην, τον τε καιρον του πολεμου ηρπασε και τw ανειμενω αυτου επεθετο. Μεσουντος γουν του χειμωνος μερει του στρατου απηρεν (ου γαρ ησαν ικαναι νηες ωστε παντας αμα αυτους περασαι), και λαθων τον Βιβουλον τον Μαρκον, ω η θαλασσα φρουρεισθαι προσετετακτο, επεραιωθη προς τα ακρα τα Κεραυνια ονομασμενα· εστι δε εσχατα της Ηπειρου, προς τω στοματι του Ιονιου κολπου. Και ελθων ενταυθα πριν εκπυστος γενεσθαι οτι και πλευσειται, τας ναυς ες το Βρεντεσιον επι τους λοιπους εστειλε· και αυτας ο Βιβουλος ανακομιζομενας εκακωσε, και τινας και ανεδησατο, ωστε τον Καισαρα εργω μαθειν οτι ευτυχεστερον τον πλουν η ευβουλοτερον επεποιητο.

Morte serena di Augusto

Inserito in Cassio Dione.

Ο δ' ουν Αυγουστος νοσησας μετηλλαξε· και τινα υποψιαν του θανατου αυτου η Λιουια ελαβεν, επειδη προς τον Αγριππαν κρυφα ες την νησον διεπλευσε και εδοκει οι και πανταπασι καταλλαγησεσθαι. Δεισασα γαρ, ως λεγουσιν, μη και επι τη μοναρχιςι αυτον καταγωγη, συκα τινα επι δενδροις ετ' εποντα, αφ' ων ο Αυγουστος αυτοχειρια συκαζειν ειωθει, φαρμακω εχρισε, και αυτη τε αμα τα ανηλιφα ησθιε κακεινω τα πεφαρμαγμενα προσεβαλλεν. Ειτ' ουν εκ τουτου ειτε και αλλως ο Αυγουστος αρρωστησας τους τε εταιρους συνεκαλεσε, και ειπων αυτοις οσα εχρηζε, τελος ειπεν οτι· «Την Ρωμην γηινην παραλαβων λιθινην υμιν καταλειπω». Τουτο μεν ουν ου προς το των οικοδομηματων αυτης ακριβες αλλα προς το της αρχης ισχυρον εδηλωσε· κροτον δε δη τινα παρ' αυτων ομοιως τοις γελωτοποιοις, ως και επι μιμου τινος τελευτη, αιτησας και παμπανυ παντα τον των ανθρωπων βιον διεσκωψε. Και ο μεν ουτω τη εννεακαιδεκατη του Αυγουστου, εν η ποτε το πρωτον υπατευε, μετηλλαξε, ζησας μεν πεντε και εβδομηκοντα ετη και μηνας δεκα και ημερας εξ και εικοσι (τη γαρ τριτη και εικοστη του Σεπτεμβριου εγεγενητο), μοναρχησας δε, αφ' ου προς τω Ακτιω ενικησε, τεσσαρα και τεσσαρακοντα ετη, δεκατριων ημερων δεοντα. Ου μεντοι και εκφανης ευθυς ο θανατος αυτου εγενετο· η γαρ Λιουια, φοβηθεισα μη του Τιβεριου εν τη Δαλματια ετ' οντος νεωτερισθη τι, συνεκρυψεν αυτον μεχρις ου εκεινος αφικετο.

Vicende dei Parti

Inserito in Cassio Dione.

Αυτη μεν η αρχη τοις Τωμαιοις του προς τους Παρθους πολεμου εγενετο· οικουσι δε υπερ του Τιγριδος το μεν πολυ τειχη και φρουρια, ηδη δε και πολεις, αλλας τε και Κτησιφωντα, εν η και βασιλεια εχουσι. Το γαρ γενος σφων ην μεν που και παρα τοις παλαι βαρβαροις, και το γε ονομα τουτο και υπο την Περσικην βασιλειαν ειχον αλλα τοτε μεν αυτοι τε εν μερει χωρας βραχει ωκουν και δυναστειαν υπεροριον ουκ εκεκτηντο. Επει δε η τε των Περσων αρχη κατελυθη και τα των Μακεδονων ηκμασεν, οι τε του Αλεξανδρου διαδοχοι στασιασαντες αλλοι αλλα απετεμνοντο και βασιλειας ιδιας κατεσκευασαντο, ες τε το μεσον τοτε πρωτον υπ' Αρσακου τινος αφικοντο, οθενπερ και οι επειτα βασιλευσαντες αυτων Αρσακιδαι επωνομασθησαν, και ευτυχησαντες την τε πλησιοχωρον εκτησαντο πασαν και την Μεσοποταμιαν σατραπειαις κατεσχον, τελευτωντες δε επι τοσουτον και της δοξης και της δυναμεως εχωρησαν, ωστε και τοις Ρωμαιοις τοτε τε αντιπολεμησαι και δευρο αει αντιπαλοι νομιζεσθαι. Εισι μεν γαρ και αλλως ισχυροι τα πολεμια, μειζον δ' ομως εχουσι ονομα, οτι μηδεπω δεδουλωνται, αλλα και νυν ετι τους πολεμους τους προς ημας, οσακις αν συνενεχθωσι, διαφερουσι. Περι μεν ουν του τε γενους και της χωρας της τε ιδιοτητος των επιτηδευματων αυτων πολλοις τε ειρηται και εγω ουκ εν γνωμη ποιουμαι συγγραψαι.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás