L'uomo e il suo destino

Inserito in Democrito.

Ανθρωποισι γαρ ευθυμιη γινεται μετριοτητι τερψιος και βιου συμμετριη· τα δ' ελλειποντα και υπερβαλλοντα μεταπιπτειν τε φιλει και μεγαλας κινησιας εμποιειν τηι ψυχηι. Αι δ' εκ μεγαλων διαστηματων κινουμεναι των ψυχεων ουτε ευσταθεες εισιν ουτε ευθυμοι. Επι τοις δυνατοις ουν δει εχειν την γνωμην και τοις παρεουσιν αρκεεσθαι των μεν ζηλουμενων και θαυμαζομενων ολιγην μνημην εχοντα και τη διανοια μη προσεδρευοντα, των δε ταλαιπωρεοντων τους βιους θεωρεειν, εννοουμενον α πασχουσι καρτα, οκως αν τα παρεοντα σοι και υπαρχοντα μεγαλα και ζηλωτα φαινηται, και μηκετι πλειονων επιθυμεοντι συμβαινηι κακοπαθειν τηι ψυχηι. Ο γαρ θαυμαζων τους εχοντας και μακαριζομενους υπο των αλλων ανθρωπων και τη μνημη πασαν ωραν προσεδρευων αει επικαινουργειν αναγκαζεται και επιβαλλεσθαι δι επιθυμιην του τι πρησσειν ανηκεστον ων νομοι κωλυουσιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás