Un' ambasceria favorevole a Filippo

Inserito in Demostene.

Πολλα τοινυν αν τις, ω ανδρες Αθηναιοι, Φιλιππον ευδαιμονισας της τυχης εικοτως, τουτο μαλιστ' αν ευδαιμονισειεν απαντων, ο μα τους θεους και τας θεας ουκ εχω λεγειν εγωγ αλλον οστις ηυτυχηκεν εφ' ημων. Το μεν γαρ πολεις μεγαλας ειληφεναι και χωραν πολλην υφ' εαυτω πεποιησθαι και παντα τα τοιαυτα ζηλωτα μεν εστιν, οιμαι, και λαμπρα· πως γαρ ου; Εχοι δ' αν τις ειπειν πεπραγμενα και ετεροις πολλοις. Αλλ' εκειν' ιδιον και ουδενι των παντων αλλω γεγονος ευτυχημα. Το ποιον; το επειδη πονηρων ανθρωπων εις τα πραγματ' αυτω εδεησεν, πονηροτερους ευρειν η εβουλετο. Πως γαρ ουχ ουτοι τοιουτοι δικαιως υποληφθειεν αν, οι γε, α υπερ αυτου Φιλιππος τηλικουτων οντων αυτω των διαφορων ουκ ετολμα ψευσασθαι, ουδ' εγραψεν ουτ' εις επιστολην ουδεμιαν, ουτε πρεσβευτης ουδεις ειπε των παρ' εκεινου, επι ταυτα μισθωσαντες εαυτους υμας εξηπατων;

Filippo e i suoi sudditi

Inserito in Demostene.

Και γαρ ουτος απασι τουτοις, οις αν τις μεγαν αυτον ηγησαιτο, τοις πολεμοις και ταις στρατειαις, ετ' επισφαλεστεραν η υπηρχε φυσει κατεσκευακεν αυτω. Μη γαρ οιεσθ', ω ανδρες Αθηναιοι, τοις αυτοις Φιλιππον τε χαιρειν και τους αρχομενους, αλλ' ο μεν δοξης επιθυμει και τουτ' εζηλωκε, και προηρηται πραττων και κινδυνευων, αν συμβη τι, παθειν, την του διαπραξασθαι ταυθ' α μηδεις πωποτ' αλλος Μακεδονων βασιλευς δοξαν αντι του ζην ασφαλως ηρημενος· τοις δε της μεν φιλοτιμιας της απο τουτων ου μετεστι, κοπτομενοι δ' αει ταις στρατειαις ταυταις ταις ανω κατω λυπουνται και συνεχως ταλαιπωρου· σιν, ουτ' επι τοις εργοις ουτ' επι τοις αυτων ιδιοις εωμενοι διατριβειν, ουθ' οσ' αν ποιησωσιν ουτως οπως αν δυνωνται, ταυτ' εχοντες διαθεσθαι κεκλειμενων των εμποριων των εν τη χωρα δια τον πολεμον.

Exordium della Prima Filippica (II)

Inserito in Demostene.

Τι ουν εστι τουτο; οτι ουδεν, ω ανδρες Αθηναιοι, των δεοντων ποιουντων υμων κακως τα πραγματ' εχει· επει τοι, ει πανθ' α προσηκε πραττοντων ουτως ειχεν, ουδ' αν ελπις ην αυτα βελτιω γενεσθαι. Επειτ' ενθυμητεον και παρ' αλλων ακουουσι και τοις ειδοσιν αυτοις αναμιμνησκομενοις, ηλικην ποτ' εχοντων δυναμιν Λακεδαιμονιων, εξ ου χρονος ου πολυς, ως καλως και προσηκοντως ουδεν αναξιον υμεις επραξατε της πολεως, αλλ' υπεμειναθ' υπερ των δικαιων τον προς εκεινους πολεμον. Τινος ουν εινεκα ταυτα λεγω; ιν' ιδητ', ω ανδρες Αθηναιοι, και θεασησθε, οτι ουδεν ουτε φυλαττομενοις υμιν εστιν φοβερον, ουτ', αν ολιγωρητε, τοιουτον οιον αν υμεις βουλοισθε, παραδειγμασι χρωμενοι τη τοτε ρωμη των Λακεδαιμονιων, ης εκρατειτ' εκ του προσεχειν τοις πραγμασι τον νουν, και τη νυν υβρει τουτου, δι ην ταραττομεθ' εκ του μηδεν φροντιζειν ων εχρην.

Exordium della Prima Filippica (I)

Inserito in Demostene.

Ει μεν περι καινου τινος πραγματος προυτιθετ', ω ανδρες Αθηναιοι, λεγειν, επισχων αν εως οι πλειστοι των ειωθοτων γνωμην απεφηναντο, ει μεν ηρεσκε τι μοι των υπο τουτων ρηθεντων, ησυχιαν αν ηγον, ει δε μη, τοτ' αν καυτος επειρωμην α γιγνωσκω λεγειν επειδη δ' υπερ ων πολλακις ειρηκασιν ουτοι προτερον συμβαινει και νυνι σκοπειν, ηγουμαι και πρωτος αναστας εικοτως αν συγγνωμης τυγχανειν. Ει γαρ εκ του παρεληλυθοτος χρονου τα δεονθ' ουτοι συνεβουλευσαν, ουδεν αν υμας νυν εδει βουλευεσθαι. Πρωτον μεν ουν ουκ αθυμητεον, ω ανδρες Αθηναιοι, τοις παρουσι πραγμασιν, ουδ' ει πανυ φαυλως εχειν δοκει. Ο γαρ εστι χειριστον αυτων εκ του παρεληλυθοτος χρονου, τουτο προς τα μελλοντα βελτιστον υπαρχει.

La politica di Filippo è improntata alla menzogna

Inserito in Demostene.

Ω ανδρες Αθηναιοι, ουκ εστιν οπως αι αιτιαι, ας Φιλιππος αιτιαται τους υπερ των δικαιων προς υμας λεγοντας, κωλυσουσι συμβουλους ημας γιγνεσθαι υπερ των υμιν συμφεροντων δεινον γαρ αν ειη, ει την επι του βηματος παρρησιαν αι παρ' εκεινου πεμπομεναι επιστολαι ανελοιεν. Εγω δ' υμιν, ω ανδρες Αθηναιοι, βουλομαι πρωτον μεν περι ων Φιλιππος επεσταλκε, περι τουτων διεξελθειν υστερον δε, περι ων οι πρεσβεις λεγουσι, και ημεις λεξομεν. Φιλιππος γαρ αρχεται μεν περι Αλοννησου λεγων ως υμιν παρεχει εαυτου ουσαν, υμας δ' ου λεγει δικαιως αυτον απαιτειν ου γαρ υμετεραν ουσαν ουτε λαβειν ουτε νυν εχειν. Ελεγε δε και προς ημας τοιουτους λογους, οτε προς αυτον επρεσβευσαμεν, ως ληστας αφελομενος ταυτην την νησον κτησαιτο, και προσηκειν αυτην εαυτου ειναι. Τουτον δε τον λογον, ως ουκ εστι δικαιος, ου χαλεπον εστιν αυτου αφελεσθαι. Απαντες γαρ οι λησται τους αλλοτριους τοπους καταλαμβανοντες και τουτους εχυρους ποιουμενοι, εντευθεν τους αλλους κακως ποιουσιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás