Roma interviene per sedare una ribellione

Inserito in Diodoro Siculo.

Κατα δε Σικελιαν ηυξετο το κακον, και πολεις ηλισκοντο αυτανδροι και πολλα στρατοπεδα υπο των αποστατων κατεκοπησαν, εως Ρουπιλιος ο Ρωμαιων στρατηγος το Ταυρομενιον ανεσωσατο Ρωμαιοις, καρτερως μεν αυτο πολιορκησας και εις αφατον αναγκην και λιμον τους αποστατας συγκλεισας, ωστε αρξαμενους εκ παιδων βορας και διελθοντας δια γυναικων μηδε της αυτων αλληλοφαγιας μηδ' ολως φεισασθαι· οτε και Κομανον τον αδελφον Κλεωνος φευγοντα εκ της πολιορκουμενης πολεως ειλε. Και το τελευταιον Σαραπιωνος Συρου την ακραν προδοντος, συμπαντων των εν τη πολει δραπετων ο στρατηγος εκυριευσεν ους και αικισαμενος κατεκρημνισεν. Εκειθεν επι την Ενναν ελθων παραπλησιως επολιορκει, εις εσχατην αναγκην συγκλειων τας των αποστατων ελπιδας. Και Κλεωνα τον στρατηγον εξελθοντα της πολεως και ηρωικως αγωνισαμενον μετ' ολιγων υπο των τραυματων δειξας νεκρον, ειλε και ταυτην προδοσια την πολιν, επει ουδ' ην αλωσιμος δια την οχυροτητα βι χειρος.

La rivolta servile in Sicilia

Inserito in Diodoro Siculo.

Εν τουτω δε Κλεων τις Κιλιξ αλλων δουλων αποστασεως ηρξε. Και παντων ταις ελπισι μετεωρισθεντων ως αντιπολεμησει τα στασιασαντα προς αλληλους και αυτοι εαυτους οι αποσταται διαφθειροντες ελευθερω· σουσι την Σικελιαν της στασεως, παρα δοξαν αλληλοις συνεβησαν, του Κλεωνος υποταγεντος ψιλω του Ευνου προσταγματι και την του στρατηγου οια δη βασιλει χρειαν αποπληρουντος, εχοντος οικειον πληθος στρατιωτων πεντακισχιλιων ημεραι δ' εγγυς ησαν απο της αποστασεως τριακοντα. Και μετα βραχυ εκ Ρωμης ηκοντι στρατηγω Λευκιω Υψαιω, εχοντι στρατιωτας εκ Σικελιας οκτακισχιλιους, εις πολεμον κατασταντες οι αποσταται ενικησαν, πληθος οντες δισμυριοι. Μετ' ου πολυ δε αθροιζεται το συστημα αυτων εις μυριαδας εικοσι, και πολλοις τοις προς Ρωμαιους πολεμοις ενευδοκιμησαντες ελαττον αυτοι επταιον.

L'inettitudine di Dionigi il Giovane

Inserito in Diodoro Siculo.

Κατα την Σικελιαν Διονυσιος, ο των Συρακοσιων τυραννος ο νεωτερος, απρακτος ων και πολυ του πατρος καταδεεστερος, προσεποιειτο δια την απραγιαν ειρηνικος ειναι και πραος τον τροπον. Διοπερ προς Καρχηδονιους διαδεδεγμενος τον πολεμον προς τε τουτους ειρηνην συνεθετο και προς Λευκανους ομοιως διαπολεμησας αργως επι τινα χρονον, και ταις τελευταιαις μαχαις επι του προτερηματος γενομενος, ασμενως προς αυτους κατελυσατο τον πολεμον. Κατα δε την Απουλιαν δυο πολεις εκτισε, βουλομενος ασφαλη τοις πλεουσι τον Ιονιον πορον ποιησαι. Μετα δε ταυτα δους εαυτον εις βιον ειρηνικον εξελυσε μεν των στρατιωτων τας εν τοις πολεμοις γυμνασιας, μεγιστην δε των κατα την Ευρωπην δυναστειαν παραλαβων, την αρχην δια την ιδιαν ανανδριαν παραδοξως απεβαλε.

Filippo il Macedone

Inserito in Diodoro Siculo.

Ο Φιλιππος του Αμυντου εικοσι μεν και τεσσαρα ετη των Μακεδονων εβασιλευσεν, ελαχισταις δε αφορμαις χρησαμενος μεγιστην των κατα την Ευρωπην δυναστειων κατεσκευασε την ιδιαν βασιλειαν και παραλαβων την Μακεδονιαν δουλευουσαν Ιλλυριοις, πολλων και μεγαλων εθνων και πολεων κυριαν εποιησε, Δια δε την ιδιαν αρετην της μεν Ελλαδος απασης παρελαβε την ηγεμονιαν, εκουσιως των πολεων υποταττομενων. Ιλλυριους δε και Παιονας και Θρακας και Σκυθας καταπολεμησας την Περσων βασιλειαν επεβαλετο καταλυσαι και δυναμεις μεν εις την Ασιαν διαβιβασας τας Ελληνιδας πολεις ηλευθερου, μεσολαβηθεις δ' υπο της πεπρωμενης τηλικαυτας και τοιαυτας δυναμεις απελιπεν, ωστε τον υιον Αλεξανδρον μη προσδεηθηναι συμμαχων εις την καταλυσιν της Περσων ηγεμονιας. Και ταυτ' επραξεν ου δια τυχην, αλλα δια την ιδιαν αρετην.

I soprusi dei Trenta

Inserito in Diodoro Siculo.

Μετα τον Θηραμενους θανατον οι τριακοντα, τους πλουσιους επιλεγομενοι, τουτοις ψευδεις αιτιας απερριπτουν και φονευοντες τας ουσιας διηρπαζον. Ανειλον δε και Νικηρατον τον Νικιου του στρατηγησαντος επι Συρακοσιους υιον, ανδρα προς απαντας επιεικη και φιλανθρωπον, πλουτω δε και δοξη σχεδον πρωτον παντων Αθηναιων. Ου μην εληγον γε της παρανομιας οι τυραννοι, πολυ δε μαλλον επιτασιν λαμβανουσης της απονοιας των μεν ξενων τους πλουσιοτατους εξηκοντα κατεσφαξαν, οπως των χρηματων κυριευσωσι, των δε πολιτων καθ' ημεραν αναιρουμενων, οι τοις βιοις ευπορουμενοι σχεδον απαντες εφυγον εκ της πολεως. Ανειλον δε και Αυτολυκον, ανδρα παρρησιαστην, και καθολου τους χαριεστατους επελεγον. Επι τοσουτο δε κατεφθειραν την πολιν, ωστε φυγειν τους Αθηναιους πλειους των ημισεων.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás