Il filosofo Menedemo

Inserito in Diogene Laerzio.

Μενεδεμος Κωλοτου του Λαμψακηνου μαθητης ην. Ουτος ως λεγει Ιπποβατος, εις τοσουτον τεπατειας ηλαυνεν ωστε Ερινυος αναλαμβανων σχημα περιηει,λεγων αφικνεισται εξ Αιδου επισκοπος των αμαρτανομενων ω, οπως παλιν κατιων ταυτα απαγγελοι τοις εκει δαιμοσιν. Ην δε αυτω η εσθης αυτη; χιτων φαιος ποδηρης, περι αυτω ζωνη φοινικη, πιλος Αρκαδικος επι της κεφαλης, εμβαται τραγικοι, πογων υπερμεγεθης, ραβδρος εν τη χειρι μελινη.

Detti del filosofo Aristippo

Inserito in Diogene Laerzio.

Αριστιππος, ερωτηθεις τι αυτω περιγεγονεν εκ φιλοσοφιας, εφη· «Το δυνασθαι πασιν ανθρωποις θαρρουντως ομιλειν». Ειποντος τινος ως αει τους φιλοσοφους βλεποι παρα ταις των πλουσιων θυραις, «και γαρ οι ιατροι», εφη, «παρα ταις των νοσουντων». Συνισταντος δε τινος αυτω τον υιον, ητησε πεντακοσιας δραχμας. Του δε ειποντος· «Τοσουτου δυναμαι ανδραποδον ωνησασθαι»· «Πριω,» εφη, «και εξεις δυο». Ερωτηθεις τινα εστιν α δει τους παιδας μανθανειν, εφη· «Οις ανδρες γενομενοι χρησονται». Διονυσιου του τυραννου δεομενος ποτε και επιτυγχανων, εις ποδας αυτου επεσε. Προς ουν τον επισκωψαντα· «Ουκ εγω», φησιν, «αιτιος, αλλα Διονυσιος, ος εν τοις ποσι τας ακοας εχει». Ερωτηθεις ποτε τι πλεον εχουσιν οι φιλοσοφοι, εφη· «Εαν παντες οι νομοι αναιρεθωσιν, ομοιως βιωσομεν».

Sentenze di Talete

Inserito in Diogene Laerzio.

Ουδεν εφη τον θανατον διαφερειν του ζην. «Συ ουν,» εφη τις, «δια τι ουκ αποθνησκεις;». «Οτι», εφη, «ουδεν διαφερει». Ερωτηθεις δε τι δυσκολον, εφη· «Το εαυτον γνωναι»· τι δε ευκολον· «Το αλλους παραινειν»· πως αν τις ατυχιαν ραστα φεροι, «Ει τους εχθρους χειρον πρασσοντας βλεποι»· πως αν αριστα και δικαιοτατα βιωσαιμεν· «Εαν α τοις αλλοις επιτιμωμεν, αυτοι μη δρωμεν»· τις ευδαιμων· «Ο το μεν σωμα υγιης, την δε ψυχην ευπορος, την δε φυσιν ευπαιδευτος». Φιλων παροντων και αποντων μνηστεον ειναι· μη την οψιν μονον καλλωπιστεον, αλλα την ψυχην τοις επιτηδευμασιν κοσμητεον. «Μη πλουτει», ελεγε, «κακως, μηδε διαβαλλετω σε λογος προς τους πιστεως κεκοινωνηκοτας». «Ους αν ερανους εισενεγκης», εφη, «τοις γονευσι, τους αυτους προσδεχου και παρα των τεκνων».

Detti di Aristotele

Inserito in Diogene Laerzio.

Αριστοτελης ερωτηθεις τι περιγιγνεται κερδος τοις ψευδομενοις· «Οταν», εφη, «λεγωσιν αληθειαν, μη πιστευεσθαι». Ονειδιζομενος ποτε οτι πονηρω ανθρωπω ελεημοσυνην παρεσχεν· «Ου τον τροπον,»ειπεν, «αλλα τον ανθρωπον ηλεησα». Της παιδειας εφη τας μεν ριζας ειναι πικρας, γλυκεις δε τους καρπους. Ερωτηθεις τι γηρασκει ταχυ· «Χαρις» εφη. Και τι εστιν ελπις· «Εγρηγοροτος», ειπεν, «ενυπνιον». Τριων εφη δειν παιδειαν, φυσεως, μαθησεως, ασκησεως. Ερωτηθεις τινι διαφερουσιν οι παιδεια χρωμενοι των απαιδευτων· «Οσω», ειπεν, «οι ζωντες των τεθνηκοτων». Την παιδειαν ελεγεν εν μεν ταις ευτυχιαις ειναι κοσμον, εν δε ταις ατυχιαις καταφυγην. Προς τον καυχωμενον ως απο μεγαλης πολεως ειη· «Ου τουτο», εφη, «δει σκοπειν, αλλ' οστις μεγαλης πατριδος αξιος εστιν».

Una lunghissima...dormita

Inserito in Diogene Laerzio.

Επιμενιδες, καθα φησι Θεοπομπος και αλλοι συχωοι, πατρος μεν ην Φαιστιου, οι δε Δωσιαδα, οι δε Αγησαρχου. Κπης το γεωος απο Κωωσου, καθεσει της κομης το ειδος παραλλασσων. Ουτος ποτε πεμφθεις παρα του πατρος εις αγρον επι προβατον, της οδου κατα μεσημβριαν εκκλινας υπο αντρω τινι κατεκοιμηθη επτα και πεντηκοντα ετη. Διαναστας δε μετα ταυτα εξητει το προβατον, ωομιζων επι ολιγον κεκοιμησθαι. Ως δε ουξ ευρισκε, παρεγενετο εις τον αγρον, και μετεσκευασμενα παντα καταλαβων και παρα ετερω την κτησιν, παλιν ηκεν εις αστυ διαπορουμενος. Κακει δε εις την εαυτου εισιων οικιαω περιετυξε τοις πυνθαωομενοις τις ειη, εως τον νεωτερον αδελφον ευρωωτοτε ηδε γεροντα οντα, πασαω εμαθε παρα εκεινου την αληθειαω, Γνωσθεις δε παρα τοις Ελλησι θεοφιλεστατος ειναι υπεληφθη.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás