Le tartarughe marine

Inserito in Eliano.

Αι χελωναι αι θαλαττιαι εν τη γη τικτουσι, τεκουσαι δε παραχρημα κατεχωσαν εν τη γη τα ωα, ειτα υποστρεψασαι οπισω ες ηθη τα εαυτων νηχονται. Εισι δε ες τοσουτον λογιστικαι, ως εφ' εαυτων εκλογιζεσθαι τας ημερας τας τετταρακοντα, εν αις τα εκγονα αυταις των φων συμπαγεντων ζωα γινεται. Υποστρεψασαι ουν αυθις ες τον χωρον, εν ω χατεθεντο χρυψασαι τα εαυτων βρεφη, ανωρυξαν την γην, ην επεβαλον, και κινουμενους ηδη τους νεοττους και επεσθαι δυναμενους αυταις απαγουσιν.

Un aneddoto su Alessandro

Inserito in Eliano.

Αλεξανδρος οτε ενικησε Δαρειον και την Περσων αρχην κατεκτησατο, μεγα εφ' εαυτω φρονων και υπο της ευτυχιας της περιλαβουσης αυτον τοτε εκθεουμενος, επεστειλε τοις Ελλησι θεον αυτον ψηφισασθαι. Γελοιως γε. Ου γαρ απερ ουν εκ της φυσεως ουκ ειχε, ταυτα εκ των ανθρωπων αιτων εκεινος εκερδαινεν. Αλλοι μεν ουν αλλα εψηφισαντο, Λακεδαιμονιοι δε εκεινα· «επειδη Αλεξανδρος βουλεται θεος ειναι, εστω θεος», Λακωνικως τε αμα και κατα τον επιχωριον σφισι τροπον ελεγξαντες την εμπληξιν οι Λακεδαιμονιοι του Αλεξανδρου.

Modestia di Platone

Inserito in Eliano.

Πλατων ο φιλοσοφος εν Ολυμπια συνεσκηνωσεν αγνωσιν ανθρωποις, και αυτος ων αυτοις αγνως, συνεστιωμενος τε και συνδιημερευων αυτοις αφελως. Ουτε δε Ακαδημειας ουτε Σωκρατους μνημην εποιησατο· τουτο μονον εμφανισας αυτοις, οτι καλειται Πλατων. Επει δε ηλθον εις τας Αθηνας, υπεδεξατο αυτους ευ μαλα φιλοφρονως. Και οι ξενοι· «Αγε,» ειπον, «ω Πλατων, επιδειξον ημιν και τον ομωνυμον σου, τον Σωκρατους ομιλητην, και επι την Ακαδημειαν ηγησαι την εκεινου, και συστησον τω ανδρι, ινα τι και αυτου απολαυσωμεν». Ο δε ηρεμας υπομειδιασας, ωσπερ ουν και ειωθεν· «Αλλ' εγω», φησιν, «αυτος εκεινος ειμι». Οι δε εξεπλαγησαν ει τον ανδρα εχοντες μεθ' εαυτων τον τοσουτον ηγνοησαν, ατυφως αυτου συγγενομενου και ανεπιτηδευτως αυτοις, και δειξαντος οτι εδυνατο και ανευ των συνηθων λογων χειρουσθαι τους συναντας.

Gelone stronca una congiura

Inserito in Eliano.

Γελων ο των Συρακοσιων τυραννος την της αρχης καταστασιν πραοτατα ειχε· στασιωδεις δε τινες επεβουλευον αυτω. Α πυθομενος ο Γελων, ες εκκλησιαν συγκαλεσας τους Συρακοσιους, εσηλθεν ωπλισμενος, και διεξελζων οσα αγαθα αυτοις ειργασατο, και την επιβουλην εξεκαλυψε και απεδυσατο την πανοπλιαν, ειπων προς παντας· «Ιδου τοινυν υμιν εν χιτονισκω γυμνος των οπλων παρεστηκα, και διδωμι χρησθαι ο τι βουλεσθε». Και εθαυμασαν αυτου την γνωμην οι Συρακοσιοι, οι δε και τους επιβουλευοντας παρεδοσαν αυτω κολασαι και την αρχην εδωκαν. Ο δε και τουτους ει ασε τω δημω τιμωρησασθαι. Και εικονα αυτου οι Συρακοσιοι εστησαν εν αζωστω χιτωνι και ην τουτο της δημαγωγιας αυτου υπομνημα και τοις ες τον μετα ταυτα αιωνα μελλουσιν αρχειν διδαγμα.

La superbia di Menecrate punita da Filippo

Inserito in Eliano.

Μενεκρατης ο Ιατρος εις τοσουτον προηλθε τυφου, ωστε εαυτον ονομαζειν Δια. Επεστειλε δε ποτε επιστολην Φιλιππω, τω Μακεδονων βασιλει, εν η ταδε εγεγραπτο· «Φιλιππω Μενεκρατης ο Ζευς ευ πραττειν». Αντεγραψε δε αυτω ο Φιλιππος· «Φιλιππος Μενεκρατει υγιαζεσθαν διο συμβουλευω σοι εις Αντικυραν προσιεναι». Ηινιττετο δε αρα διο τουτων οτι παρεφρονει ο ανηρ. Ειστια ποτε μεγαλοπρεπως ο Φιλιππος, και δη και τουτον επι θοινην εκαλεσε, και ιδια κλινην αυτω εκελευσε παρεσκευασθαι και κατακλιθεντι θυμιατηριον παρεθηκεν, και εθυμιατο αυτω· οι δε λοιποι ειστιωντο, και ην μεγαλοπρεπες το δειπνον. Ο τοινυν Μενεκρατης τα μεν πρωτα ενεκαρτερει και εχαιρε τη τιμη· επει δε κατα μικρον ο λιμος περιηλθεν αυτον και ηλεγχετο οτι ην ανθρωπος, εξαναστας ωχετο και ελεγεν υβρισθαι, εμμελως πανυ του Φιλιππου την ανοιαν αυτου εκκαλυψαντος.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás