Sul timore della morte

Inserito in Epicuro.

Συνεθιζε δε εν τω νομιζειν μηδεν προς ημας ειναι τον θανατον επει παν αγαθον και κακον εν αισθησει: στερησις δε εστιν αισθησεως o θανατος. Οθεν γνωσις ορθη του μηθεν ειναι προς ημας τον θανατον απολαυστον ποιει το της ζωης θνητον, ουκ απειρον προστιθεισα χρονον, αλλα τον της αθανασιας αφελομενη ποθον. Ουθεν γαρ εστιν εν τω ζην δεινον τω κατειληφοτι γνησιως το μηδεν υπαρχειν εν τω μη ζην δεινον. Ωστε ματαιος ο λεγων δεδιεναι τον θανατον ουχ οτι λυπησει παρων, αλλ’ οτι λυπει μελλων. Ο γαρ παρον ουκ ενοχλει, προσδοκωμενον κενως λυπει. Το φρικωδεστατον ουν των κακων o θανατος ουθεν προς ημας, επειδηπερ οταν μεν ημεις ωμεν, ο θανατος ου παρεστιν, οταν δε ο θανατος παρη, τοθ’ ημεις ουκ εσμεν.

Sugli dei

Inserito in Epicuro.

Πρωτον μεν τον θεον ζωον αφθαρτον και μακαριον νομιζων, ως η κοινη του θεου νοησις υπεγραφη, μηθεν μητε της αφθαρσιας αλλοτριον μητε της μακαριοτητος ανοικειον αυτω προσαπτε· παν δε το φυλαττειν αυτου δυναμενον την μετα αφθαρσιας μακαριοτητα περι αυτον δοξαζε. Θεοι μεν γαρ εισιν εναργης γαρ αυτων εστιν η γνωσις· οιους δ' αυτους οι πολλοι νομιζουσιν, ουκ εισιν· ου γαρ φυλαττουσιν αυτους οιους νοουσιν. Ασεβης δε ουχ ο τους των πολλων θεους αναιρων, αλλ' ο τας των πολλων δοξας θεοις προσαπτων.

L'età per fare filosofia

Inserito in Epicuro.

Μητε νεος τις ων μελλετω φιλοσοφειν, μητε γερων υπαρχων κοπιατω φιλοσοφων. Ουτε γαρ αωρος ουδεις εστιν ουτε παρωρος προς το κατα ψυχην υγιαινον. Ο δε λεγων η μηπω του φιλοσοφειν υπαρχειν ωραν η παρεληλυθεναι την ωραν, ομοιος εστιν τω λεγοντι προς ευδαιμονιαν η μη παρειναι την ωραν η μηκετι ειναι. Ωστε φιλοσοφητεον και νεω και γεροντι, τω μεν οπως γηρασκων νεαζη τοις αγαθοις δια την χαριν των γεγονοτων, τω δε οπως νεος αμα και παλαιος η δια την αφοβιαν των μελλοντων μελεταν ουν χρη τα ποιουντα την ευδαιμονιαν, ειπερ παρουσης μεν αυτης παντα εχομεν, απουσης δε παντα πραττομεν εις το ταυτην εχειν.

Sui fenomeni celesti

Inserito in Epicuro.

Εκλειψις ηλιου και σεληνης δυναται μεν γινεσθαι και κατα σβεσιν, καθαπερ και παρα ημιν τουτο θεωρειται γινομενον· και ηδη κατ' επιπροσθετησιν αλλων τινων, η γης η ουρανου η τινος ετερου τοιουτου. Και ωδε τους οικειους αλληλοις τροπους συνθεωρητεον, και τας αμα συγκυρησεις τινων οτι ουκ αδυνατον γινεσθαι. Ετι τε ταξις περιοδου, καθαπερ ενια και παρ' ημιν των τυχοντων γινεται, λαμβανεσθω· και η θεια φυσις προς ταυτα μηδαμη προσαγεσθω, αλλ' αλειτουργητος διατηρεισθω και εν τη παση μακαριοτητι. Ως ει τουτο μη πραχθησεται απασα η των μετεωρων αιτιολογια ματαια εσται, καθαπερ τισιν ηδη εγενετο ου δυνατου τροπου εφαψαμενοις, εις δε το ματαιον εκπεσουσι τω καθ' ενα τροπον μονον οιεσθαι γινεσθαι, τους δ' αλλους παντας τους κατα το ενδεχομενον εκβαλλειν, εις τε το αδιανοητον φερομενους και τα φαινομενα α δει σημεια αποδεχεσθαι μη δυναμενους συνθεωρειν.

Nulla nasce da nulla: corpi e vuoto

Inserito in Epicuro.

Πρωτον μεν οτι ουδεν γινεται εκ του μη οντος· παν γαρ εκ παντος εγινεταν σπερματων γε ουθεν προσδεομενον. Και ει εφθειρετο δε το αφανιζομενον εις το μη ον, παντα αν απωλωλει τα πραγματα, ουκ οντων των εις α διελυετο. Και μην και το παν αει τοιουτον ην οιον νυν εστι, και αει τοιουτον εσται. Ουθεν γαρ εστιν εις ο μεταβαλει. Παρα γαρ το παν ουθεν εστιν, ο αν εισελθον εις αυτο την μεταβολην ποιησαιτο. Αλλα μην και το παν εστι σωματα και κενον. Σωματα μεν γαρ ως εστιν, αυτη η αισθησις επι παντων μαρτυρει, καθ' ην αναγκαιον το αδηλον τω λογισμω τεκμαιρεσθαι, ωσπερ προειπον το προσθεν. Ει δε μη ην ο κενον και χωραν και αναφη φυσιν ονομαζομεν, ουκ αν ειχε τα σωματα οπου ην ουδε δι ου εκινειτο, καθαπερ φαινεται κινουμενα.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás