I tre topoi della filosofia

Inserito in Epitteto.

Ο πρωτος και αναγκαιοτατος τοπος εστιν εν φιλοσοφια ο της χρησεως των θεωρηματων, οιον το μη ψευδεσθαι· ο δευτερος ο των αποδειξεων, οιον ποθεν οτι ου δει ψευδεσθαν τριτος ο αυτων τουτων βεβαιωτικος και διαρθρωτικος, οιον ποθεν οτι τουτο αποδειξις; Τι γαρ εστιν αποδειξις, τι ακολουθια, τι μαχη, τι αληθες, τι ψευδος; Ουκουν ο μεν τριτος τοπος αναγκαιος δια τον δευτερον, ο δε δευτερος δια τον πρωτον ο δε αναγκαιοτατος και οπου αναπαυεσθαι δει, ο πρωτος. Ημεις δε εμπαλιν ποιουμεν εν γαρ τω τριτω τοπω διατριβομεν και περι εκεινον εστιν ημιν η πασα σπουδη· του δε πρωτου παντελως αμελουμεν. Τοιγαρουν ψευδομεθα μεν, πως δε αποδεικνυται οτι ου δει ψευδεσθαι, προχειρον εχομεν.

Il vero filosofo

Inserito in Epitteto.

Μηδαμου σεαυτον ειπης φιλοσοφον μηδε λαλει το πολυ εν ιδιωταις περι των θεωρηματων, αλλα ποιει το απο των θεωρηματων οιον εν συμποσιω μη λεγε, πως δει εσθιειν, αλλ' εσθιε, ως δει. Μεμνησο γαρ, οτι ουτως αφηρηκει πανταχοθεν Σωκρατης το επιδεικτικον, ωστε ηρχοντο προς αυτον βουλομενοι φιλοσοφοις υπ αυτου συσταθηναι, κακεινος απηγεν αυτους. Ουτως ηνειχετο παρορωμενος. Καν περι θεωρηματος τινος εν ιδιωταις εμπιπτη λογος, σιωπα το πολυ· μεγας γαρ ο κινδυνος ευθυς εξεμεσαι, ο ουκ επεψας. Και οταν ειπη σοι τις, οτι ουδεν οισθα, και συ μη δηχθης, τοτε ισθι, οτι αρχη του εργου. Επει και τα προβατα ου χορτον φεροντα τοις ποιμεσιν επιδεικνυει ποσον, εφαγεν, αλλα την νομην εσω πεψαντα ερια εξω φερει και γαλα· και συ τοινυν μη τα θεωρηματα τοις ιδιωταις επιδεικνυε, αλλ' απ' αυτων πεφθεντων τα εργα.

La vita come una navigazione

Inserito in Epitteto.

Καθαπερ εν πλω του πλοιου καθορμισθεντος ει εξελθοις υθρευσασθαι, οδου μεν παρεργον και κοχλιδιον αναλεξη και βολβαριον, τετασθαι δε δει την διανοιαν επι το πλοιον και συνεχως επιστρεφεσθαι, μη ποτε ο κυβερνητης καλεση, καν καλεση, παντα εκεινα αφιεναι, ινα μη δεδεμενος εμβληθης ως τα προβατα· ουτω και εν τω βιω, εαν διδωται αντι βολβαριου και κοχλιδιου γυναικαριον και παιδιον, ουδεν κωλυσει· εαν δε ο κυβερνητης καλεση, τρεχε επι το πλοιον αφεις εκεινα απαντα μηδε επι στρεφομενος. Εαν δε γερων ης, μηδε απαλλαγης ποτε του πλοιου μακραν, μη ποτε καλουντος ελλιπης.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás