Arione e il delfino

Inserito in Erodoto.

Περιανδρος ετυραννευε Κορινθου, ου διετριβε Αριων ο Μηθυμναιος, ενδοξος κιθαρωδος και ευρετης του διθυραμβου. Ελεγον δε οι Κορινθιοι τον Αριονα ερχεσθαι ποτε εις Ιταλιαν και Σικελιαν και εργαζεσθαι μεγαλα χρηματα, ειτα δε βουλεσθαι επανερχεσθαι εις την Κορινθον. Εν δε τω πλω οι ναυται επιβουλευουσι τον Αριονα εκβαλλειν εις θαλατταν και εχειν τα χρηματα του κιθαρωδου. Ο δε Αριων ηυχετο χρηματα μεν εχειν, της δε φυχης φειδεσθαι. Αλλ' ουκ επειθε του ναυτας οι εκελευον τω Αριονι ριπτεισθαι εις τα κυματα. Ο δε Αριων προτερον μεν υμνον ηδε, επειτα δε ερριψε εαυτον εις την θαλατταν. Δελφις δε δεχεται τον ποιητην και φερει εις Ταιναρον. Ο δε Περιανδρος ουκ επειθετο τω ποιητη τω λεγοντι το περι του δελφινος θαυμα, μεχρι αφικοντο οι ναυται και ελεγον τω τυραννω τον Αριονα περι Ιταλιαν ετι ειναι.

Valore di Artemisia

Inserito in Erodoto.

Τουτο μεν τοιουτο αυτη συνηνεικε γενεσθαι, διαφυγειν τε και μη απολεσθαι, τουτο δε συνεβη ωστε κακον εργασαμενην απο τουτων αυτην μαλιστα ευδοκιμησαι παρα Ξερξη. Λεγεται γαρ βασιλεα θηευμενον μαθειν την νεα εμβαλλουσαν, και δη τινα ειπειν των παρεοντων· «Δεσποτα, ορας Αρτεμισιην ως ευ αγωνιζεται και νεα των πολεμιων κατεδυσε;» και τον επειρεσθαι ει αληθεως εστι Αρτεμισιης το εργον, και τους φαναι, σαφεως το επισημον της νεος επισταμενους· την δε διαφθαρεισαν ηπιστεατο ειναι πολεμιην. Τα τε γαρ αλλα, ως ειρηται, αυτη συνηνεικε ες ευτυχιην γενομενα και το των εκ της Καλυνδικης νεος μηδενα αποσωθεντα κατηγορον γενεσθαι. Εερξην δε ειπειν λεγεται προς τα φραζομενα· «Οι μεν ανδρες γεγονασι μοι γυναικες, αι δε γυναικες ανδρες». Ταυτα μεν Ξερξην φασι ειπειν.

L'inizio della battaglia di Salamina

Inserito in Erodoto.

Οι μεν δη αλλοι Ελληνες πρυμνην ανεκρουοντο και ωκελλον τας νεας, Αμεινιης δε Παλληνευς ανηρ Αθηναιος εξαναχθεις νηι εμβαλλει· συμπλεκεισης δε της νεος και ου δυναμενων απαλλαγηναι, ουτω δη οι αλλοι Αμεινιη βοηθεοντες συνεμισγον. Αθηναιοι μεν ουτω λεγουσι της ναυμαχιης γενεσθαι την αρχην, Αιγινηται δε την κατα τους Αιακιδας αποδημησασαν ες Αιγιναν, ταυτην ειναι την αρξασαν. Λεγεται δε και ταδε, ως φασμα σφι γυναικος εφανη, φανεισαν δε διακελευσασθαι ωστε και απαν ακουσαι το των Ελληνων στρατοπεδον, ονειδισασαν προτερον ταδε· «Τω δαιμονιοι, μεχρι κοσου ετι πρυμνην ανακρουσεσθε;».

Temistocle e l'inganno di Sicinno

Inserito in Erodoto.

Ενθαυτα Θεμιστοκλεης ως εσσουτο τη γνωμη υπο των Πελοποννησιων, λαθων εξερχεται εκ του συνεδριου, εξελθων δε πεμπει ες το στρατοπεδον το Μηδων ανδρα πλοιω, εντειλαμενος τα λεγειν χρεον, τω ουνομα μεν ην Σικιννος, οικετης δε και παιδαγωγος ην των Θεμιστοκλεος παιδων τον δη υστερον τουτων των πρηγματων ο Θεμιστοκλεης Θεσπιεα τε εποιησε, ως επεδεκοντο οι Θεσπιεες πολιητας, και χρημασι ολβιον. Ος τοτε πλοιω απικομενος ελεγε προς τους στρατηγους των βαρβαρων ταδε· «Επεμψε με ο στρατηγος ο Αθηναιων λαθρη των αλλων Ελληνων (τυγχανει γαρ φρονεων τα βασιλεος και βουλομενος μαλλον τα υμετερα κατυπερθε γινεσθαι η τα των Ελληνων πρηγματα) φρασοντα οτι οι Ελληνες δρησμον βουλευονται καταρρωδηκοτες, και νυν παρεχει καλλιστον υμεας εργον απαντων εξεργασασθαι, ην μη περιιδητε διαδραντας αυτους. Ουτε γαρ αλληλοισι ομοφρονεουσι ουτ' ετι αντιστησονται υμιν, προς εωυτους τε σφεας οψεσθε ναυμαχεοντας, τους τε τα υμετερα φρονεοντας και τους μη».

I Persiani incendiano Atene

Inserito in Erodoto.

Χρονω δ' εκ των απορων εφανη δη τις εσοδος τοισι βαρβαροισι· εδεε γαρ κατα το θεοπροπιον πασαν την Αττικην την εν τη ηπειρω γενεσθαι υπο Περσησι. Εμπροσθε ων της ακροπολιος, οπισθε δε των πυλεων και της ανοδου, τη δη ουτε τις εφυλασσε ουτ' αν ηλπισε μη κοτε τις κατα ταυτα αναβαιη ανθρωπων, ταυτη ανεβησαν τινες κατα το ιρον της Κεκροπος θυγατρος Αγλαυρου, καιπερ αποκρημνου εοντος του χωρου. Ως δε ειδον αυτους αναβεβηκοτας οι Αθηναιοι επι την ακροπολιν, οι μεν ερριπτεον εωυτους κατα του τειχεος κατω και διεφθειροντο, οι δε ες το μεγαρον κατεφευγον. Των δε Περσεων οι αναβεβηκοτες πρωτον μεν ετραποντο προς τας πυλας, ταυτας δε ανοιξαντες τους ικετας εφονευον επει δε σφι παντες κατεστρωντο, το ιρον συλησαντες ενεπρησαν πασαν την ακροπολιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás