Eschine si difende accusando

Inserito in Eschine.

Ουδενα πωποτε των πολιτων, ω ανδρες Αθηναιοι, ουτε γραφην γραψαμενος ουτ' εν ευθυναις λυπησας, αλλ' ως εγωγε νομιζω μετριον εμαυτον προς εκαστα τουτων παρεχων, ορων δε την τε παλιν μεγαλα βλαπτομενην υπο Τιμαρχου τουτουι δημηγορουντος παρα τους νομους, και αυτος ιδια συκοψαντουμενος, εν τι των αισχιστων ηγησαμην ειναι μη βοηθησαι τη τε πολει παση και τοις νομοις και υμιν και εμαυτω: γιγνωσκων δ' αυτον ενοχον οντα οις ολιγω προτερον ηκουσατε αναγιγνωσκοντος του γραμματεως, επηγγειλα αυτω την δοκιμασιαν ταυτηνι. Και, ω ανδρες Αθηναιοι, οι λογοι κατα το εθος λεγομενοι επι τοις δημοσιοις αγωσιν ουκ εισι ψευδεις. Αι γαρ ιδιαι εχθραι πολλα πανυ των κοινων επανορθουσιν. Του μεν ουν ολου αγωνος φανειται ουθ' η πολις αιτια ουσα Τιμαρχω ουθ' οι νομοι ουθ' υμεις ουτ' εγω, αλλ' αυτος ουτος εαυτω.

Contro Timarco

Inserito in Eschine.

αλλ' ου Λακεδαιμονιοι: καλον δ' εστι και τας ξενικας αρετας μιμεισθαι. δημηγορουντος γαρ τινος εν τη των Λακεδαιμονιων εκκλησια, ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντων, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται και δεδιασι, και την της ηλικιας αυτων επωνυμιαν αρχην μεγιστην ειναι νομιζουσι, καθιστασι δ' αυτους εκ των εκ παιδος εις γηρας σωφρονων, τουτων εις, ως λεγεται, παρελθων ισχυρως επεπληξε τοις Λακεδαιμονιοις, και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι, τοιουτοις εν ταις εκκλησιαις συμβουλοις χρωμενοι.

Onore a tutti gli eroi, non solo ai capi

Inserito in Eschine.

Ησαν τινες, ω ανδρες Αθηναιοι, κατα τους τοτε καιρους, οι πονον υπομειναντες και μεγαλους κινδυνους επι τω Στρυμονι ποταμω ενικων μαχομενοι Μηδους ουτοι δευρο αφικομενοι τον δημον ητησαν δωρεαν και εδωκεν αυτοις ο δημος τιμας μεγαλας, ως τοτ' εδοκει, τρεις λιθινους Ερμας στησαι εν τη οτοα τη των Ερμων, εφ' ω τε μη επιγραφειν το ονομα το εαυτων, ινα μη των στρατηγων, αλλα του δημου δοκη ειναι το επιγραμμα. Προελθετε δη τη διανοια και εις την στοαν την ποικιλην: απαντων γαρ υμιν των καλων εργων τα υπομνηματα εν τη αγορα ανακειται. Τι ουν εστιν, ω ανδρες Αθηναιοι, ο εγω λεγω; Ενταυθα η εν Μαραθωνι μαχη γεγραπται. Τις ουν ην ο στρατηγος; Ουτωσι μεν ερωτηθεντες απαντες αποκριναισθε αν οτι Μιλτιαδης, εκει δε ουχ επιγεγραπται. Πως; Ουκ ητησε ταυτην την δωρεαν; Ηιτησεν, αλλ' ο δημος ουκ εδωκεν, αλλ' αντι του ονοματος συνεχωρησεν αυτω πρωτω γραφηναι παρακαλουντι τους στρατιωτας.

Le labbra disoneste non sono adatte al vero

Inserito in Eschine.

Δημηγορουντος τινος εν τη των Λακεδαιμονιων εκκλησια ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντωυ, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται, και δεδιασι, ισχυρως επεπληξε τοις Λακεδαιμονιοις και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι, τοιουτοις εν ταις εκκλησιαις συμβουλοις χρωμενοι. Αμα δε παρακαλεσας αλλον τινα των Λακεδαιμονιων, ανδρα λεγειν μεν ουκ ευφυη, τα δε κατα πολεμον λαμπρον και προς δικαιοσυνην και εγκρατειαν διαφεροντα, επεταξευ αυτω τας αυτας ειπειν γνωμας ουτως οπως αν δυνηται, ας ειπεν ο προτερος ρητωρ: «ινα», εφη, «Λακεδαιμονιοι ανδρος αγαθου φθεγξαμενου ψηφισωνται, τας δε των αποδεδειλιακοτων και πονηρων ανθρωπων φωνας μηδε τοις ωσι προσδεχωνται».

Demostene non ama la verità

Inserito in Eschine.

Αλλ' οιμαι Δημοσθενης ου χαιρει δικαιοις λογοις, ουδ' ουτω παρεσκευασται, αλλα την υμετεραν οργην εκκαλεσασθαι βεβουληται. Και κατηγορηκε δωροδοκιας, απιθανος ων προς την υποψιαν ταυτην: τον γαρ επι ταις δοροδοκιαις προτρεπομενον τους δικαστας οργιζεσθαι, αυτον χρη πολυ των τοιουτων εφεσταναι. Εμοι δε, ω ανδρες Αθηναιοι, συμβεβηκε Δημοσθενους ακουοντι κατηγοριας μητε δεισαι πωποθ' ουτων ως εν τηδε τη ημερα, μητ' αγανακτησαι μαλλον η νυν, μητ' εις υπερβολην ομοιως ησθηναι. Εφοβηθην μεν γαρ, και ετι και νυν τεθορυβημαι μη τινες υμων αγνοησωσι με ψυχαγωγηθεντες τοις επιβεβουλευμενοις και κακοηθεσι τουτοις αντιθετοις: εξεστην δ' εμαιτου και την αιτιαν βαρεως ηνεγκα, οθ' υβριν και παροινιαν εις γυναικα ελευθεραν και το γενος Ολυνθιαν κατηγορει μου: ησθην δε, οτ' αυτον επι της αιτιας οντα ταυτης εξεβαλετε, και των σεσωφρονημενων εν τω βιω μοι χαριν απειληφεναι νομιζω. Υμας μεν ουν επαινω και διαφεροντως αγαπω οτι τω βιω μαλλον τω των κρινομενων πιστευετε, η ταις παρα των εχθρων αιτιαις.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás