L'esperienza rende prudenti

Inserito in Esopo.

Εν οικια πολλων μυων οντων, αιλουρος ενταυθα ηκε και αυτος καθ' εκαστον συλλαμβανων κατησθιεν. Οι δε μυες αναλισκομενοι κατα των οπων εδυνον, και ο αιλουρος, μηκετι αυτων εφικνεισθαι δυναμενος, δειν ωιετο δι επινοιας αυτους εκκαλεισθαι. Διοπερ επι πασσαλον ανειβαινε και εμθενδε αποκρεμαμενος προσεποιειτο τον νεκρων. Των δε μυων τις παρεκυπτε και ελεγεν· «Αλλ', ω αιλουρε, σοι γε, καν θυλαξ γενηι, ου τροσερχομαι». Ο λογος δηλοι οτι οι φρονιμοι των ανθρωπων, οταν της ενιων μοχτηεριας πειραθωσιν, ουκετι αυτων ταις υποκρισεσιν εξαπατωνται.

L'inverno e la primavera

Inserito in Esopo.

Ο χειμων εσκωψε εις το εαρ και αυτο ωνειδισεν, οτι ευθυς φανεντος ησυχιαν αγει ετι ουδεις· αλλ' ο μεν τις επι λειμωνας και αλση γινεται, οτω αρα φιλον δρεπεσθαι ανθεων και κρινων η και ροδον τι περιαγαγειν τε τοις εαυτου ομμασιν και παραθεσθαι παρα την κομην ο δε επιβας νεως και διαβαινων πελαγος, ην τυχη, παρ αλλους ηδη ανθρωπους ερχεται· και οτι απαντες ανεμων η πολλου εξ ομβρων υδατος εχουσι φροντιδα ουκετι. «Εγω δε» εφη, «αρχοντι και αυτοδεσποτη εοικα, και ουδε εις ουρανον, αλλα κατω που και εις την γην επιταττω βλεπειν και δεδιεναι και τρεμειν και αγαπητως διημερεοειν εστιν οτε οικοι ηναγκασα». «Τοιγαρουν», εφη το εαρ «σου μεν και απαλλαγειεν ανθρωποι ασμενως· εμου δε αυτοις καλον και αυτο ειναι δοκει τουνομα και νη μα Δια γε ονοματων καλλιστον ωστε και αποντος μεμνηνται και φανεντος επαγαλλονται».

La cerva alla fonte

Inserito in Esopo.

Ελαφος διψει συσχεθεισα παρεγενετο επι τινα πηγην πιουσα δε ειδεν την εαυτης σκιαν επι του υδατος· και επι μεν τοις κερασιν ηυφραινετο, ορωσα το μεγεθος και την ποικιλιαν, επι δε τοις ποσιν αυτης σφοδρα ηχθετο και εδυσφορει, ορωσα λεπτα και ασθενη οντα. Ετι δε αυτης διανοουμενης λεων επιφανεις ηρξατο διωκειν αυτην κακεινη εις φυγην τραπεισα κατα πολυ αυτου προειχεν αλκη γαρ φασι ελαφω εν τοις ποσιν και λεοντι εν τη καρδια. Και μεχρι μεν εν πεδιω εδιωκετο, ακαταληπτος ην η ελαφος, επει δε κατα τινα δρυμον παρεγενετο, συνεβη αυτην τοις κερασιν εμπλακηναι τοις κλαδοις και συλληφθηναι υπο του λεοντος. Μελλουσα δε αναιρεισθαι εφη· «Αθλια εγω, ητις επι κερασιν χαιρουσα εξ αυτων συνεληφθην». Ο μυθος δηλοι, οτι πολλακις οι δοκουντες εχειν τι χρησιμον λανθανουσι και εξ εκεινου βλαβος αυτοις εγγινεται.

Il pastore e il lupo

Inserito in Esopo.

Ποιμην νεογνων λυκου σκυμνον ευρων και ανελομενος συν τοις κυσιν ετρεφεν. Επει δ' ηυξηθη, ειποτε λυκος προβατον ηρπασε, μετα τωνκυνων και αυτος εδιωκε. Των δε κυνων εσθ' οτε μη δυναμενων καταλαβειν τον λυκον και δια ταυταυποστρεφοντων εκει νοςηκολουθει, μεχρις αν τουτον καταλαβων οια δη λυκος συμμετασχη της θηρας· ειτα υπεστρεφεν. Ει δε μη λυκος εξωθεν αρπασειε προβατον, αυτος λαθρα θυων αμα τοις κυσιν εθοινειτο, εως ο ποιμην στοχασαμενος και συνεις το δρωμενον εις δενδρον αυτον αναρτησας απεκτεινεν. Ο μυθος δηλοι, οτι φυσις πονηρα χρηστον ηθος ου τρεφει.

I galli e la pernice

Inserito in Esopo.

Αλεκτρυονας τις επι της οικιας εχων ως περιετυχε περδικι τιθασσω πωλουμενω, τουτον αγορασας εκομισεν οικαδε ως συντραφησομενον. Των δε τυπτοντων αυτον και εκδιωκοντων ο περδιξ εβαρυθυμει νομιζων δια τουτο αυτον καταφρονεισθαι, οτι αλλοφυλος εστι. Μικρον δε διαλιπων ως εθεασατο τους αλεκτρυονας προς εαυτους μαχομενους και ου προτερον αποσταντας πριν η αλληλους αιμαξαι, εφη προς εαυτον· «Αλλ' εγωγε ουκετι αχθομαι υπο τουτων τυπτομενος. Ορω γαρ αυτους ουδε αυτων απεχομενους». Ο λογος δηλοι, οτι ραδιον τας εκ των πελας υβρεις οι φρονιμοι δεχονται, οταν ιδωσιν αυτους μηδε των οικειων απεχομενους.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás