«Pitagorei» e «Pitagoristi»

Inserito in Giamblico.

Κατα δη τουτον τον λογον τους μεν Πυθαγορειους καλεσας, τους δε Πυθαγοριστας, ωσπερ Αττικους τινας ονομαζομεν, ετερους δε Αττικιστας, διελων ουτως πρεποντως τα ονοματα τους μεν γνησιους ειναι ενεστησατο, τους δε ζηλωτας τουτων δηλουσθαι ενομοθετησε. Των μεν ουν Πυθαγορειων κοινην ειναι την ουσιαν διεταξε και την συμβιωσιν αμα δια παντος του χρονου διατελειν, τους δε ετερους ιδιας μεν κτησεις εχειν εκελευσε, συνιοντας δε εις ταυτο συσχολαζειν αλληλοις. Και ουτω την διαδοχην ταυτην απο Πυθαγορου κατ' αμφοτερους τους τροπους συστηναι. Κατ' αλλον δε αυ τροπον δυο ην ειδη της φιλοσοφιας· δυο γαρ ην γενη και των μεταχειριζομενων αυτην, οι μεν ακουσματικοι, οι δε μαθηματικοι. Τουτωνι δε οι μεν μαθηματικοι ωμολογουντο Πυθαγορειοι ειναι υπο των ετερων, τους δε ακουσματικους ουτοι ουχ ωμολογουν, ουτε την πραγματειαν αυτων ειναι Πυθαγορου, αλλ' Ιππασου· τον δε Ιππασου οι μεν Κροτωνιατην φασιν, οι δε Μεταποντινον.

La parola di Pitagora ammansisce le belve feroci

Inserito in Giamblico.

Ει δε και πιστευτεον τοσουτοις ιστορησασι περι αυτου παλαιοις τε αμα ουσι και αξιολογοις, μεχρι των αλογων ζωων αναλυτικον τι και νουθετητικον εκεκτητο Πυθαγορας εν τω λογω, δια τουτου συμβιβαζων, ως διδασκαλια παντα περιγινεται τοις νουν εχουσιν, οπου και τοις ανημεροις τε και αμοιρειν λογου νομιζομενοις. Την μεν γαρ Δαυνιαν αρκτον, χαλεπωτατα λυμαινομενην τους ενοικους, κατασχων, ως φασι, και επαφησαμενος χρονον συχνον, ψωμισας τε μαζη και ακροδρυοις, ορκωσας μηκετι εμψυχου καθαπτεσθαι απελυσεν η δε ευθυς εις τα ορη και τους δρυμους απαλλαγεισα ουκετ' εκτοτε ωφθη το παραπαν επιουσα ουδε αλογω ζωω.

Valore della paideia

Inserito in Giamblico.

Παραπλησιως δε τα μεν ουκ επι τοις ανθρωποις ειναι κτησασθαι, παιδευθηναι δε ενδεχεσθαι κατα την ιδιαν προαιρεσιν, ειθ' ουτως προσιοντα φανηναι προς τας της πατριδος πραξεις, ουκ εξ αναιδειας, αλλ' εκ παιδειας. Σχεδον γαρ ταις αγωγαις διαφερειν τους μεν ανθρωπους των θηριων, τους δε Ελληνας των βαρβαρων, τους δε ελευθερους των οικετων, τους δε φιλοσοφους των τυχοντων, ολως δε τηλικαυτην εχοντας υπεροχην, ωστε τους μεν θαττον τρεχοντας των αλλων εκ μιας πολεως της εκεινων επτα κατα την Ολυμπιαν ευρεθηναι, τους δε τη σοφια προεχοντας εξ απασης της οικουμενης επτα συναριθμηθηναι. Εν δε τοις εξης χρονοις, εν οις ην αυτος, ενα φιλοσοφια προεχειν των παντων και γαρ τουτο το ονομα αντι του σοφου εαυτον επωνομασε.

Viaggi di Pitagora

Inserito in Giamblico.

Δυο δη και εικοσιν ετη κατα την Αιγυπτον εν τοις αδυτοις διετελεσεν αστρονομων τε και γεωμετρων και μυουμενος, ουκ εξ επιδρομης ουδ' ως ετυχε, πασας θεων τελετας, εως υπο των συν Καμβυση αιχμαλωτισθεις εις Βαβυλωνα ανηχθη· κακει τοις μαγοις ασμενοις ασμενος συνδιατριψας και εκπαιδευθεις τα παρ' αυτοις σεμνα και θεων θρησκειαν εντελεστατην εκμαθων, αριθμων τε και μουσικης και των αλλων μαθηματων επ' ακρον ελθων παρ' αυτοις, αλλα τε δωδεκα προσδιατριψας ετη, εις Σαμον υπεστρεψε περι εκτον που και πεντηκοστον ετος ηδη γεγονως.

Giovinezza di Pitagora

Inserito in Giamblico.

Αποθανοντος τε του πατρος σεμνοτατος σωφρονεστατος τε ηυξανετο, κομιδη τε νεος ετι υπαρχων εντροπης πασης και αιδους ηξιουτο ηδη και υπο των πρεσβυτατων, οφθεις τε και φθεγξαμενος επεστρεφε παντας, και ωτινι ουν προσβλεψας θαυμαστος εφαινετο, ωστε υπο των πολλων εικοτως βεβαιουσθαι το θεου παιδα αυτον ειναι. Ο δε επιρρωννυμενος και υπο των τοιουτων δοξων και υπο της εκ βρεφους παιδειας και υπο της φυσικης θεοειδειας ετι μαλλον εαυτον κατετεινεν αξιον των παροντων προτερηματων αποφαινων.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás