La dea Madre

Inserito in Giuliano.

Τις ουν η Μητηρ των θεων; Η των κυβερνωντων τους εμφανεις νοερων και δημιουργικων θεων πηγη, η και τεκουσα και συνοικουσα τω μεγαλω Διι, θεος υποστασα μεγαλη μετα τον μεγαν και συν τω μεγαλω δημιουργω, η πασης μεν κυρια ζωης, πασης δε γενεσεως αιτια, η ραστα μεν επιτελουσα τα ποιουμενα, γεννωσα δε διχα παθους και δημιουργουσα τα οντα μετα του Πατρος· αυτη γαρ και παρθενος αμητωρ και Διος συνθωκος και μητηρ θεων οντως ουσα παντων. Των γαρ νοητων υπερκοσμιων θεων δεξαμενη παντων αιτιας εν εαυτη, πηγη τοις νοεροις εγενετο.

Miracolo della dea Madre

Inserito in Giuliano.

Ειλκον δη ουν προς αντιον τον ρουν, η δε ουχ ειπετο. Βραχεσι δε εντετυχηκοτες ωθειν επειρωντο την ναυν, η δε ουκ εικεν ωθουντων. Πασα δε μηχανη προσηγετο το εντευθεν, η δε ουχ ηττον αμετακινητος ην ωστε εμπιπτει κατα της ιερωμενης την παναγεστατην ιερωσυνην παρθενου δεινη και αδικος υποψια, και την Κλωδιαν ητιωντο, τουτο γαρ ονομα ην τη σεμνη παρθενω, μη πανταπασιν αχραντον μηδε καθαραν φυλαττειν εαυτην τη θεω· οργιζεσθαι ουν αυτην και μηνιειν εμφανως· εδοκει γαρ ηδη τοις πασιν ειναι το χρημα δαιμονιωτερον. Η δε το μεν πρωτον αιδους υπεπιμπλατο προς τε το ονομα και την υποψιαν, ουτω πανυ πορρω ετυγχανε της αισχρας και παρανομου πραξεως. Επει δε εωρα την αιτιαν ηδη καθ' εαυτης εξισχυουσαν, περιελουσα την ζωνην και περιθεισα της νεως τοις ακροις, ωσπερ εξ επιπνοιας τινος αποχωρειν εκελευεν απαντας, ειτα εδειτο της θεου μη περιιδειν αυτην αδικοις ενεχομενην βλασφημιαις, βοωσα δε ωσπερ τι κελευσμα, φασι, ναυτικον, «Δεσποινα Μητερ, ειπερ ειμι σωφρων, επου μοι», εφη· και δη την ναυν ουκ εκινησε μονον, αλλα και ειλκυσεν επι πολυ προς τον ρουν.

Duplice natura dell'uomo

Inserito in Giuliano.

Κοινως μεν δη τα προσθεν ρηθεντα περι της ουσιας αυτου ταις δυναμεσι προσηκειν υποληπτεον. Ου γαρ αλλο μεν εστιν ουσια θεου, δυναμις δε αλλο, και νη Δια τριτον παρα ταυτα ενεργεια. Παντα γαρ απερ βουλεται, ταυτα εστι και δυναται και ενεργει· ουτε γαρ ο μη εστι βουλεται, ουτε ο βουλεται οραν ου σθενει, ουθ' ο μη δυναται ενεργειν εθελει. Ταυτα μεν ουν περι τον ανθρωπον ουχ ωδε εχει· διττη γαρ εστι μαχομενη φυσις εις εν κεκραμενη ψυχης και σωματος, της μεν θειας, του δε σκοτεινου τε και ζοφωδους, εοικε τε ειναι μαχη τις και στασις. Επει και Αριστοτελης φησι δια το τοιουτο μητε τας ηδονας ομολογειν μητε τας λυπας αλληλαις εν ημιν το γαρ θατερα, φησι, των εν ημιν φυσεων ηδυ τη προς ταυτην αντικειμενη πεφυκεν αλγεινον.

Esaltazione dello splendore dell'universo

Inserito in Giuliano.

Ο θειος ουτος και παγκαλος κοσμος απ' ακρας αψιδος ουρανου μεχρι γης εσχατων υπο της αλυτου συνεχομενος του θεου προνοιας εξ αιδιου γεγονεν αγεννητως ες τε τον επιλοιπον χρονον αιδιος, ουχ υπ' αλλου του φρουρουμενος η προσεχως μεν υπο του πεμπτου σωματος, ου το κεφαλαιον εστιν «ακτις αελιου», βαθμω δε ωσπερ δευτερω του νοητου κοσμου, πρεσβυτερως δε ετι δια τον «παντων βασιλεα, περι ον παντα εστιν». Ουτος τοινυν, ειτε «το επεκεινα του νου» καλειν αυτον θεμις ειτε ιδεαν των οντων, ο δη φημι το νοητον ξυμπαν, ειτε εν, επειδη παντων το εν δοκει πως πρεσβυτατον, ειτε ο Πλατων ειωθεν ονομαζειν ταγαθον, αυτη δη ουν η μονοειδης των ολων αιτια, πασι τοις ουσιν εξηγουμενη καλλους τε και τελειοτητος ενωσεως τε και δυναμεως αμηχανου, κατα την εν αυτη μενουσαν πρωτουργον ουσιαν μεσον εκ μεσων των νοερων και δημιουργικων αιτιων Ηλιον θεον μεγιστον ανεφηνεν εξ εαυτου παντα ομοιον εαυτω.

Il carattere di Giuliano

Inserito in Giuliano.

«Αλλα τι παθων αυτος επιχειρεις ακροασθαι περι των συμβολαιων και δικαζειν; ου γαρ δη και τουτο σε ο παιδαγωγος εδιδασκεν, ος ουδε ει αρξεις ηπιστατο». Δεινος δε ανεπεισε γερων, ον και υμεις ως οντα μαλιστα αιτιωτατον των εμων επιτηδευματων ορθως ποιουντες ξυλλοιδορειτε μοι, και τουτον δε, ευ ιστε, υπ' αλλων εξηπατημενον. Ονοματα ηκει προς υμας πολλακις κωμωδουμενα, Πλατων και Σωκρατης και Αριστοτελης και Θεοφραστος. Εκεινοις ο γερων ουτος πεισθεις υπο αφροσυνης, επειτα εμε νεον ευρων, εραστην λογων, ανεπεισεν ως, ει τα παντα εκεινων ζηλωτης γενοιμην, αμεινων εσομαι των μεν αλλων ανθρωπων ισως ουδενος (ου γαρ ειναι μοι προς αυτους την αμιλλαν), εμαυτου δε παντως.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás