Ai parenti dei caduti per la libertà

Inserito in Iperide.

Χαλεπον μεν' ισως εστι τους εν τοις τοιουτοις οντας παθεσι παραμυθεισθαν ομως δε χρη θαρρειν και της λυπης παραιρειν εις το ενδεχομενον, και μιμνησκεσθαι μη μονον του θανατου των τετελευτηκοτων, αλλα και της αρετης ης καταλελοιπασιν. Ει γαρ θρηνων αξια πεπονθασιν, αλλ' επαινων μεγαλων πεποιηκασιν. Ει δε γηρως θνητου μη μετεσχον, αλλ' ευδοξιαν αγηρατον ειληφασιν, ευδαιμονες τε γεγονασι κατα παντα. Οσοι μεν γαρ αυτων απαιδες τετελευτηκασιν, οι παρα των Ελληνων επαινοι παιδες αυτων αθανατοι εσονται. Οσοι δε παιδας καταλελοιπασιν, η της πατριδος ευνοια επιτροπος αυτοις των παιδων γενησεται. Προς δε τουτοις, ει μεν εστι το αποθανειν ομοιον τω μη γενεσθαι, την απαλλαγην ευρηκασι νοσων και λυπης και των αλλων των προσπιπτοντων εις τον ανθρωπινον βιον ει δ' εστιν αισθησις εν Αιδου και επιμελεια παρα του δαιμονιου, ωσπερ υπολαμβανομεν, εικος τους ταις τιμαις των θεων καταλυομεναις βοηθησαντας πλειστης κηδεμονιας υπο του δαιμονιου τυγχανειν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás