Vivere secondo giustizia non solo è corretto, ma anche conveniente per il presente e per il futuro (Sulla Pace 34-35-36) - Maturità 2016

Inserito in Isocrate.

Ορω γαρ τους μεν την αδικιαν προτιμωντας και το λαβειν τι των αλλοτριων μεγιστον αγαθον νομιζοντας ομοια πασχοντας τοις δελεαζομενοις των ζωων, και κατ' αρχας μεν απολαυοντας ων αν λαβωσιν, ολιγω δ' υστερον εν τοις μεγιστοις κακοις οντας, τους δε μετ' ευσεβειας και δικαιοσυνης ζωντας εν τε τοις παρουσιν κρονοις ασφαλως διαγοντας και περι του συμπαντος αιωνος ηδιους τας ελπιδας εχοντας. Και ταυτ' ει μη κατα παντων ουτως ειθισται συμβαινειν, αλλα το γ'ως επι το πολυ τουτον γιγνεται τον προπον. Χρη δε τους ευ φρονουντας, επειδη το μελλον αει συνοισειν ου καθορωμεν, το πολλακις ωφελουν, τουτο φαινεσθαι πραιρουμενους. Παντων δ' αλογωτατον πεπονθασιν, οσοι καλλιον μεν επιτηδευμα νομιζουσιν ειναι και θεοφιλεστερον την δικαιοσυνην της αδικιας, χειρον δ' οιονται βιωσεσθαι τους ταυτη χρωμενους των την πονηριαν προηρημενων. Ηβουλομην δ' αν, ωσπερ προσηκον εστιν επαινεισθαι την αρετην, ουτω προχειρον ειναι πεισαι τους ακουοντας ασκειν αυτην· νυν δε δεδοικα μη ματην τα τοιαυτα λεγωμεν. Διεφθαρμεθα γαρ πολυν ηδη χρονον υπ' ανθρωπων ουδεν αλλ' η φενακιζειν δυναμενων, οι τοσουτον του πληθους καταπεφρονηκασιν ωσθ' οποταν βουληθωσιν πολεμον προς τινας εξενεγκειν, αυτοι χρηματα λαμβανοντες λεγειν τολμωσιν ως χρη τους προγονους μιμεισθαι και μη περιοραν ημας αυτος καταγελωμενους, μηδε την θαλατταν πλεοντας τους μη τας συνταξεις εθελοντας ημιν υποτελειν.

Pitagora

Inserito in Isocrate.

Εχοι δ' αν τις μη σπευδειν ωρμημενος πολλα και θαυμαστα περι της οσιοτητος αυτων διελθειν, ην ουτε μονος ουτε πρωτος εγω τυγχανω καθεωρακως, αλλα πολλοι και των οντων και των προγεγενημενων, ων και Πυθαγορας ο Σαμιος εστιν ος αφικομενος εις Αιγυπτον και μαθητης εκεινων γενομενος την τ' αλλην φιλοσοφιαν πρωτος εις τους Ελληνας εκομισεν, και τα περι τας θυσιας και τας αγιστειας τας εν τοις ιεροις επιφανεστερον των αλλων εσπουδασεν, ηγουμενος, ει και μηδεν αυτω δια ταυτα πλεον γιγνοιτο παρα των θεων, αλλ' ουν παρα γε τοις ανθρωποις εκ τουτων μαλιστ' ευδοκιμησειν. Οπερ αυτω και συνεβη· τοσουτον γαρ ευδοξια τους αλλους υπερεβαλεν ωστε και τους νεωτερους απαντας επιθυμειν αυτου μαθητας ειναι, και τους πρεσβυτερους ηδιον οραν τους παιδας τους αυτων εκεινω συγγιγνομενους η των οικειων επιμελουμενους. Και τουτοις ουχ οιον τ' απιστειν ετι γαρ και νυν τους προσποιουμενους εκεινου μαθητας ειναι μαλλον σιγωντας θαυμαζουσιν η τους επι τω λεγειν μεγιστην δοξαν εχοντας.

Atene benefattrice dell'umanità: il mito di Demetra

Inserito in Isocrate.

Πρωτον μεν τοινυν, ου πρωτον η φυσις ημων εδεηθη, δια της πολεως της ημετερας επορισθη· και γαρ ει μυθωδης ο λογος γεγονεν, δμως αυτω και νυν ρηθηναι προσηκει. Δημητρος γαρ αφικομενης εις την χωραν, οτ' επλανηθη της Κορης αρπασθεισης, και προς τους προγονους ημων ευμενως διατεθει σης εκ των ευεργεσιων, ας ουχ οιον τ' αλλοις η τοις μεμυημενοις ακουειν, και δουσης δωρεας διττας, αιπερ μεγισται τυγχανουσιν ουσαι, τους τε καρπους, οι του μη θηριωδως ζην ημας αιτιοι γεγονασιν, και την τελετην, ης οι μετασχοντες περι τε της του βιου τελευτης και του συμπαντος αιωνος ηδιους τας ελπιδας εχουσιν, ουτως η πολις ημων ου μονον θεοφιλως, αλλα και φιλανθρωπως εσχεν, ωστε κυρια γενομενη τοσουτων αγαθων ουκ εφθονησεν τοις αλλοις, αλλ' ων ελαβεν απασιν μετεδωκεν. Και τα μεν ετι και νυν καθ' εκαστον τον ενιαυτον δεικνυμεν, των δε συλληβδην τας τε χρειας και τας εργασιας και τας ωφελειας τας απ' αυτων γιγνομενας εδιδαξεν.

Esaltazione dei Greci (II) [Panegirico 82-84]

Inserito in Isocrate.

Τοιαυταις διανοιαις χρωμενοι και τους νεωτερους εν τοις τοιουτοις ηθεσι παιδευοντες ουτως ανδρας αγαθους απεδειξαν τους πολεμησαντας προς τους εκ της Ασιας, ωστε μηδενα πωποτε δυνηθηναι περι αυτων μητε των ποιητων μητε των σοφιστων αξιως των εκεινοις πεπραγμενων ειπειν. Και πολλην αυτοις εχω συγγνωμην ομοιως γαρ εστι χαλεπον επαινειν τους υπερβεβληκοτας τας των αλλων αρετας, ωσπερ τους μηδεν αγαθον πεποιηκοτας· τοις μεν γαρ ουχ υπεισι πραξεις, προς δε τους ουκ εισιν αρμοττοντες λογοι. Πως γαρ αν γενοιντο συμμετροι τοιουτοις ανδρασιν, οι τοσουτον μεν των επι Τροιαν στρατευσα μενων διηνεγκαν οσον οι μεν περι μιαν πολιν στρατευσαντες ετη δεκα διετριψαν, οι δε την εξ απασης της Ασιας δυναμιν εν ολιγω χρονω κατεπολεμησαν, ου μονον δε τας αυτων πατριδας διεσωσαν, αλλα και την συμπασαν Ελλαδ' ηλευθερωσαν; Οιμαι δε και τον πολεμον θεων τινα συναγαγειν, αγασθεντα την αρετην αυτων.

Il primo ratto di Elena

Inserito in Isocrate.

Πρωτον μεν Θησευς, ο λεγομενος μεν Αιγεως γενομενος δ' εκ Ποσειδωνος, ιδων αυτην ουπω μεν ακμαζουσαν, ηδη δε των αλλων διαψερουσαν, τοσουτον ηττηθη του καλλους, ο κρατειν των αλλων ειθισμενος, ωσθ' υπαρχουσης αυτw και πατριδος μεγιστης και βασιλειας ασφαλεστατης, ηγησαμενος ουκ αξιον ειναι ζην επι τοις παρουσιν αγαθοις ανευ της προς εκεινην οικειοτητας, επειδη παρα των κυριων ουχ οιος τ' ην αυτην λαβειν, αλλ' επεμεναν την τε της παιδος ηλικιαν και τον χρησμον τον παρα της Πυθιας, υπεριδων την αρχην την Τυνδαρεω και καταfρονησας της ρωμης της Καστορος και Πολυδευκους και παντων των εν Λακεδαιμονι δεινων ολιγωρησας, βια λαβων αυτην εις Αφιδναν της Αττικης κατεθετο.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás