Tirteo

Inserito in Licurgo.

Ουτως ησαν ανδρες σπουδαιοι και κοινη και ιδια οι τοτε τας Αθηνας οικουντες, ωστε τοις ανδρειοτατοις Λακεδαιμονιοις, πολεμουσι προς Μεσσηνιους, ανειλεν ο θεος παρ' ημων ηγεμονα λαβειν και νικησειν τους εναντιους. Τις γαρ ουκ οιδε των Ελληνων οτι Τυρταιον στρατηγον ελαβον παρα της πολεως, μεθ' ου και των πολεμιων εκρατησαν και την περι τους νεους επιμελειαν συνεταξαντο, ου μονον εις τον παροντα κινδυνον, αλλ' εις απαντα τον αιωνα βουλευσαμενοι καλως; Κατελιπε γαρ αυτοις ελεγεια, ων ακουοντες παιδευονται προς ανδρειαν και περι τους αλλους ποιητας ου δενα λογον εχοντες, περι τουτου ουτω σφοδρα εσπουδακασιν, ωστε νομον εθεντο, οταν εν τοις οπλοις εκστρατευομενοι ωσι, καλειν επι την του βασιλεως σκηνην ακουσομενους των Τυρταιου ποιηματων απαντας, νομιζοντες ουτως αν αυτους μαλιστα προ της πατριδος εθελειν αποθνησκειν.

Una storia di amore filiale

Inserito in Licurgo.

Λεγεται εν Σικελια εκ της Αιτνης ρυακα πυρος γενεσθαι· τουτον δε ερρυηκεναι λεγουσιν επι την αλλην χωραν, και δη και προς πολιν τινα των εκει κατοικουμενων. Τους μεν ουν αλλους ορμησαι προς φυγην, την αυτων σωτηριαν ζητουντας, ενα δε τινα των νεωτερων, ορωντα τον πατερα πρεσβυτερον οντα και ουχι δυνατον οντα αποχωρειν, αλλα εγκαταλαμβανομενον, αραμενον επ' ωμων φερειν. Φορτιου δ' οιμαι προσγενομενου, και αυτος εγκατεληφθη. Οθεν δη και αξιον θεωρησαι το θειον, οτι τοις ανδρασι τοις αγαθοις ευμενως εχει. Λεγεται γαρ κυκλω τον τοπον εκεινον περιρρευσαι το πυρ και σωθηναι τουτους μονους, αφ' ων και το χωριον ετι και νυν προσαγορευεσθαι των ευσεβων χωρον τους δε ταχειαν την αποχωρησιν πεποιηκοτας, και τους εαυτων γονεας εγκαταλελοιποτας, απαντας διαφθαρηναι.

Il giuramento dei Greci a Platea

Inserito in Licurgo.

Οι των Ελληνων στρατιωται, προς τους βαρβαρους στρατευειν παρασκευαζομενοι, κατα τουσδε τους ορκους ωρκουντο· «Ου ποιησομαι περι πλειονος το ζην της ελευθεριας· εν τη μαχη ου φευξουμαι, αλλα εν ταξει αει μενω, αμυνουμενος την εμαυτου πατριδα· ουδ' εγκαταλειψω τους ηγεμονας ουτε ζωντας ουτε αποθανοντος αλλα τους εν τη μαχη τελευτησαντας των συμμαχων απαντας θαψω. Και κρατησας τω πολεμω τους βαρβαρους, των πολεων συμμαχων της Ελλαδος ουδεμιαν αναστατον λειψω, τας δε πολεις, αι ησαν μετα των βαρβαρων, απασας δεκατευσω. Και των Ιερων καταβαλλομενων υπο των βαρβαρων ουδεν οικοδομησω πανταπασιν, αλλ' υπομνημα τοις επιγιγνομενοις εασω της των βαρβαρων ασεβειας».

Giuramento del soldato

Inserito in Licurgo.

«Ου ποιησομαι περι πλειονος το ζην της ελευθεριας, εν τη μαχη ου φευξουμαι , αλλα εν ταξει αει μενω, αμυνουμενος την εμαυτου πατριδα· ουδ' εγκαταλειψω τους ηγεμονας ουτε ζωντας ουτε αποθανοντας, αλλα τους των συμμαχων νεκρους απαντας θαψω . Και ει κρατησομεν τω πολεμω τους βαρβαρους, των πολεων συμμαχων της Ελλαδος ουδεμιαν αναστατον λειψω, τας δε πολεις τας συμμαχους του βαρβαρου απασας δεκατευσω. Και των ιερων καταβαλλομενων υπο των βαρβαρων ουδεν οικοδομησω πανταπασιν, αλλ' υπομνημα τοις επιγιγνομενοις εασω της των βαρβαρων ασεβειας».

Giuramento del giovane Ateniese

Inserito in Licurgo.

« Ου καταισχυνω οπλα τα ιερα, ουδ' εγκαταλειψω τον παραστατην, οτω στοιχησω· αμυνουμαι δε και υπερ ιερων και υπερ οσιων και μονος και μετα πολλων· την πατριδα δε ουκ ελασσω ποιησω, πλειω δε και αρειω οσης παραδεξομαι· και ευηκοησω των κρινοντων και τοις θεσμοις τοις ιορυμενοις πεισομαι· και εαν τις αναιρη τους θεσμους η μη πειθηται, ουκ επιτρεψω, αμυνω δε και μονος και μετα παντων· και ιερα τα πατρια τιμησω· και ετοιμος εσομαι υπομενειν τους κινδυνους απαντας, την πατριδα φυλαξων. Ιστορες θεοι τουτων ».

PageRank

Google Pagerank mérés, keresőoptimalizálás