Una moglie infida

Inserito in Lisia.

Καγω τουτων ουδεν ενθυμουμενος ουδ' υπονοων εκαθευδον ασμενος, ηκων εξ αγρου. Επειδη δε ην προς ημεραν, ηκεν εκεινη και την θυραν ανεωξεν. Ερομενου δε μου τι αι θυραι νυκτωρ ψοφοιεν, εφασκε τον λυχνον αποσβεσθηναι τον παρα τω παιδιω, ειτα εκ των γειτονων εναψασθαι. Εσιωπων εγω και ταυτα ουτως εχειν ηγουμην. Εδοξε δε μοι, ω ανδρες, το προσωπον εψιμυθιωσθαι, του αδελφου τεθνεωτος ουπω τριακονθ' ημερας, ομως δ' ουδ' ουτως ουδεν ειπων περι του πραγματος εξελθων φχομην εξω σιωπη.

La condanna a morte del fratello Polemarco

Inserito in Lisia.

Αφικομενος εις Αρχενεω του ναυκληρου εκεινον πεμπω εις αστυ, πευσομενον περι του αδελφου· ηκων δε ελεγεν οτι Ερατοσθενης αυτον εν τη οδω λαβων εις το δεσμωτηριον απαγαγοι. Και εγω τοιαυτα πεπυσμενος της επιουσης νυκτος διεπλευσα Μεγαραδε. Πολεμαρχω δε παρηγγειλαν οι τριακοντα τουπ' εκεινων ειθισμενον παραγγελμα, πινειν κωνειον, πριν την αιτιαν ειπειν δι ηντινα εμελλεν αποθανεισθαι· ουτω πολλου εδεησε κριθηναι και απολογησασθαι. Και επειδη απεφερετο εκ του δεσμωτηριου τεθνεως, τριων ημιν οικιων ουσων, εξ ουδεμιας ειασαν εξενεχθηναι, αλλα κλεισιον μισθωσαμενοι προυθεντο αυτον. Και πολλων οντων ιματιων αιτουσιν ουδεν εδοσαν εις την ταφην, αλλα των φιλων ο μεν ιματιον ο δε προσκεφαλαιον ο δε ο τι εκαστος ετυχεν εδωκεν εις την εκεινου ταφην.

Esordio dell'orazione contro Eratostene

Inserito in Lisia.

Ουκ αρξασθαι μοι δοκει απορον ειναι, ω ανδρες δικασται, της κατηγοριας, αλλα παυσασθαι λεγοντι· τοιαυτα αυτοις το μεγεθος και τοσαυτα το πληθος ειργασθαι, ωστε μητ' αν ψευδομενον δεινοτερα των υπαρχοντων κατηγορησαι, μητε ταληθη βουλομενον ειπειν απαντα δυνασθαι, αλλ' αναγκη η τον κατηγορον απειπειν η τον χρονον επιλιπειν. Τουναντιον δε μοι δοκουμεν πεισεσθαι η εν τω προ του χρονω. Προτερον μεν γαρ εδει την εχθραν τους κατηγορουντας επιδειξαι, ητις ειη προς τους φευγοντας· νυνι δε παρα των φευγοντων χρη πυνθανεσθαι ητις ην αυτοις προς την πολιν εχθρα, ανθ' οτου τοιαυτα ετολμησαν εις αυτην εξαμαρτανειν. Ου μεντοι ως ουκ εχων οικειας εχθρας και συμφορας τους λογους ποιουμαι, αλλ' ως απασι πολλης αφθονιας ουσης υπερ των ιδιων η υπερ των δημοσιων οργιζεσθαι. Εγω μεν ουν, ω ανδρες δικασται, ουτ' εμαυτου πωποτε ουτε αλλοτρια πραγματα πραξας νυν ηναγκασμαι υπο των γεγενημενων τουτου κατηγορειν, ωστε πολλακις εις πολλην αθυμιαν κατεστην, μη δια την απειριαν αναξιως και αδυνατως υπερ του αδελφου και εμαυτου την κατηγοριαν ποιησομαν ομως δε πειρασομαι υμας εξ αρχης ως αν δυνωμαι δι ελαχιστων διδαξαι.

Seppellire i morti è un dovere

Inserito in Lisia.

Αδραστου και Πολυνεικους επι Θηβας στρατευσαντων και ηττηθεντων μαχη, ουκ εωντων Καδμειων θαπτειν τους νεκρους, Αθηναιοι ηγησαμενοι εκεινους μεν, ει τι ηδικουν, αποθανοντος δικην εχειν την μεγιστην, τους δε κατω τα αυτων ου κομιζεσθαι, Ιερων δε μιαινομενων τους ανω θεους ασεβεισθαι, το μεν πρωτον, πεμψαντες κηρυκας, εδεοντο αυτων δουναι την των νεκρων αναιρεσιν, νομιζοντες ανδρων μεν αγαθων ειναι ζωντας τους εχθρους τιμωρησασθαι, απιστουντων δε σφισιν αυτοις εν τοις των τεθνεωτων σωμασι την ευψυχιαν επιδεικνυσθαι. Ου δυναμενοι δε τουτων τυχειν, εστρατευσαν επ' αυτους, ουδεμιας διαφορας προτερον προς Καδμειους υπαρχουσης, ουδε τοις ζωσιν Αργειων χαριζομενοι, αλλα τους τεθνεωτας εν τω πολεμω αξιουντες των νομιζομενων τυγχανειν.

Un marito costringe l'ancella a rivelare il tradimento della moglie

Inserito in Lisia.

Ελθων οικαδε εκελευον ακολουθειν μοι την θεραπαιναν εις την αγοραν, αγαγων δ' αυτην ως των επιτηδειων τινα ελεγον οτι εγω παντα ειην πεπυσμενος τα γιγνομενα εν τη οικια· «Σοι ουν», εφην, «εξεστι δυοιν οποτερον βουλει ελεσθαι, η μαστιγωθεισαν εις μυλωνα εμπεσειν και μηδεποτε παυσασθαι κακοις τοιουτοις συνεχομενην, η κατειπουσαν απαντα ταληθη μηδεν παθειν κακον αλλα συγγνωμης παρ' εμου τυχειν των ημαρτημενων. Ψευση δε μηδεν, αλλα παντα ταληθη λεγε». Κακεινη το μεν πρωτον εξαρνος ην, και ποιειν εκελευεν ο τι βουλομαν ουδεν γαρ ειδεναι· επειδη δε εγω εμνησθην Ερατοσθενους προς αυτην, και ειπον οτι ουτος ο φοιτων ειη προς την γυναικα, εξεπλαγη ηγησαμενη με παντα ακριβως εγνωκεναι. Και τοτε ηδη προς τα γονατα μου πεσουσα, και πιστιν παρ' εμου λαβουσα μηδεν πεισεσθαι κακον, τα γενομενα παντα ακριβως διηγησατο.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás