Onore ai caduti

Postato in Lisia.

Καθ' εκαστον μεν ουν ου ραδιον τα υπο πολλων κινδυνευθεντα υφ' ενος ρηθηναι, ουδε τα εν απαντι τω χρονω πραχθεντα εν μια ημερα δηλωθηναι. Τις γαρ αν η λογος η χρονος η ρητωρ ικανος γενοιτο μηνυσαι την των ενθαδε κειμενων ανδρων αρετην; Μετα πλειστων γαρ πονων και φανερωτατων αγωνων και καλλιστων κινδυνων ελευθεραν μεν εποιησαν την Ελλαδα, μεγιστην δ' απεδειξαν την εαυτων πατριδα, εβδομηκοντα μεν ετη της θαλαττης αρξαντες, αστασιαστους δε παρασχοντες τους συμμαχους, ου τοις ολιγοις τους πολλους δουλευειν αξιωσαντες, αλλα το ισον εχειν απαντας αναγκασαντες, ουδε τους συμμαχους ασθενεις ποισθοτες, αλλα κακεινους ισχυρους καθισταντες, και την αυτων δυναμιν τοσαυτην επιδειξαντες, ωσθ' ο μεγας βασιλευς ουκετι των αλλοτριων επεθυμει, αλλ' εδιδου των εαυτου και περι των λοιπων εφοβειτο, και ουτε τριηρεις εν εκεινω τω χρονω εκ της Ασιας επλευσαν, ουτο τυραννος εν τοις Ελλησι κατεστη, ουτε Ελληνις πολις υπο των βαρβαρων ηνδραποδισθη τοσαυτην σωφροσυνην και δεος η τουτων αρετη πασιν ανθρωποις παρειχεν. Ων ενεκα δει μονους και προστατας των Ελληνων και ηγεμονας των πολεων γιγνεσθαι.


La traduzione è visibile ai soli utenti Registrati

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia