A Primavera tutto esulta

Inserito in Longo Sofista.

Εαρος ην αρχη και παντα τα ανθη ηκμαζεν, τα μεν εν δρυμοις, τα δ' εν λειμωσι και οσα δρεια εστιν. Βομβος ην ηδη φιλεργων μελισσων, μελος μουσικων ορνιθων, σκιρτηματα ποιμνιων αρτιγεννετων. Αιγες και αμνοι εσκιρτων εν τοις ορεσιν, εβομβουν αι μελισσαι εν τοις λειμωσιν, αι αηδονες κατηδον τας υλας. Τοσαυτης εορτης εν πασιν ουσης, οι νεοι παντα εμιμουντο. Ακουοντες μεν γαρ τας αηδονας αδουσας η δον, βλεποντες δε τους αμνους σκιρτωντας ηλλοντο. Οι μεν νεανιαι λεπτους καλαμους εκ του ελους λαμβανοντες συριγγας εποιουν και μεχρι νυκτος διετελουν συριζοντες, αι δε παρθενοι ανθη λεγουσαι τας χαιτας εκοσμουν και στεφανους πλεκουσαι ταις Νυμφαις επεψερον.

Dafni viene salvato da Cloe

Inserito in Longo Sofista.

Λυκαινα πεινωσα τους σκυμνους εν τοις πλησιον ορεσιν ανατρεφει, και πολλακις αιγας και οιας εκ των ποιμνιων αρπαζει· δειται γαρ πολλου σιτου εις την των σκυμνων ανατροφην. Οι ποιμενες ουν κατα την λυκαιναν επιβουλας παρασκευαζουσιν ευρειας και βαθειας ταφρους ορυσσουσιν, υπερ των ταφρων ξυλα και κλαδους ανατεινουσιν, ειτα το παν τη γη καλυπτουσιν. Η λυκαινα μεν του κινδυνου αισθανεται και τας επιβουλας εκφευγει, πολλαι δε αιγες και οιες εις τας ταφρους εισπιπτουσι και αποθνησκουσιν. Δαφνις, τραγον διωκων κατα την υλην πλανωμενον, λανθανει εις ταφρον εμπιπτων. Αρχεται ουν κλαιειν και εις βοηθειαν ισχυρα φωνη βοων ανακαλειν. Τοτε η Χλοη, αγελην ουκ εκας νομευουσα, τον νεανιαν βοωντα ακουει· ευθυς βουκολον εκ των πλησιων αγρων εις βοηθειαν ανακαλει και προς την ταφρον αφικνειται. Ο βουκολος προθυμως επιτρεχει, μακραν σειραν εις την ταφρον ενριπτει και τον Δαφνιν ανελκει και σωζει.

Lamone trova un bambino abbandonato

Inserito in Longo Sofista.

Πολις εστι της Λεσβου νησου, Μυτιληνη, μεγαλη και καλη. Ποταμοι και γεφυραι ζεστου και λευκου λιθου την πολιν καλλυνουσιν. Ου πορρω της Μυτιληνης αγρος εστι πλουσιου ανδρος και ευρειαι νομαι. Εν τοις αγροις αιπολος, Λαμων το ονομα, νεμει τας αιγας, και ποτε θαυμαστον βλεπει· αιξ πολλακις τον αρτιγεννητον εριφον απολειπει και τρεχει εις δρυμον, και ειτα μετ' ολιγον χρονον επανερχεται. Ο αιπολος τας καταδρομας της αιγος φυλασσει και τω δρυμω πλησιαζει· ευρισκει δε παιδιον αρρεν. Η μεν αιξ αντι του εριφου το παιδιον τρεφει, το δε βρεφος το γαλα ως εκ της μητρος ελκει. Θαυμαζει μεν ουν μαλιστα ο αιπολος το πραγμα και τα σπαργανα του βρεφους μαλα πολυτελη γαρ εστιν. Πλησιον δε του παιδιου και πορπην χρυσην ευρισκει και ξιφιδιον ελεφαντοκωπον. Και πρωτον μεν τα γνωρισματα αφαιρειν βουλεται και καταλειπειν το παιδιον ειτα δε αισχυνεται και οικαδε κομιζει· η δε γυνη το παιδιον ασμενως δεχεται, και τρεφει ως ιδιον υιον.

Il mito di Eco

Inserito in Longo Sofista.

Νυμφων, ω κορη, πολυ γενος, Μειλιαι και Δρυαδες και Ελειοι: πασαι καλαι, πασαι μουσικαι. Και μιας τουτων θυγατηρ. Ηχω γινεται, θνητη μεν ως εκ πατρος θνητου, καλη δε ως εκ μητρος καλης. Τρεφεται μεν υπο Νυμφων, παιδευεται δε υπο Μουσων συριζειν, αυλειν, τα προς λυραν, τα προς κιθαραν, πασαν ψοην, ωστε και παρθενιας εις ανθος ακμασασα ταις Νυμφαις συνεχορευε, ταις Μουσαις συνηδεν αρρενας δε εφευγε παντας, και ανθρωπους και θεους, φιλουσα την παρθενιαν. Ο Παν οργιζεται τη κορη, της μουσικης φθονων, του καλλους μη τυχων, και μανιαν εμβαλλει τοις ποιμεσι και τοις αιπολοις. Οι δε ωσπερ κυνες η λυκοι διασπωσιν αυτην και ριπτουσιν εις πασαν την γην ετι αδοντα τα μελη. Και τα μελη Γη χαριζομενη Νυμφαις εκρυφε παντα. Και ετηρησε την μουσικην και γνωμη Μουσων αφιησι φωνην και ιμμειται παντα, καθαπερ τοτε η κορη, θεους, ανθρωπους, οργανα, θηρια: μιμειται και αυτον συριττοντα τον Πανα. Ο δε ακουσας αναπηδα και διωκει κατα των ορων, ουκ ερων τυχειν αλλ' η του μαθειν τις εστιν ο λανθανων μαθητης.

Il mito di Siringa

Inserito in Longo Sofista.

Αυτη η συριγξ το οργανον ουκ ην οργανον αλλα παρθενος καλη και την φωνην μουσικη: αιγας ενεμεν, Νυμφαις συνεπαιζεν, ηδεν οιον νυν. Παν, ταυτης νεμουσης παιζουσης αδουσης, προσελθων επειθεν ες ο τι εχρηζε, και επηγγελλετο τας αιγας πασας θησειν διδυματοκους. Η δε ελεγα τον ερωτα αυτου, ουδε εραστην εφη δεξασθαι μητε τραγον οντα μητε ανθρωπον ολοκληρον. Ορμα διωκειν ο Παν προς βιαν: η Συριγξ εφευγε και τον Πανα και την βιαν: φευγουσα καμνουσα ες δονακας κρυπτεται, εις ελος αφανιζεται. Παν τους δονακας οργη τεμων, την κορην ουκ ευρων, το παθος μαθων, το οργανον νοει, και τους καλαμους κηρω συνδησας ανισους, καθ' ο τι και ο ερως ανισος αυτοις: και η τοτε παρθενος καλη νυν εστι συριγξ μουσικη.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás