L’ignoranza acceca gli uomini - Maturità 2014

Inserito in Luciano.

Δεινον γε η αγνοια και πολλων κακων ανθρωποις αιτια, ωσπερ αχλυν τινα καταχεουσα των πραγματων και την αληθειαν αμαυρουσα και τον εκαστου βιον επηλυγαζουσα. Εν σκοτω γουν πλανωμενοιξ παντες εοικαμεν, μαλλον δε τυφλοις ομοια πεπονθαμεν, τω μεν προσπταιοντες αλογως, το δε υπερβαινοντες, ουδεν δεον, και το μεν πλησιον και παρα ποδας ουχ ορωντες, το δε πορρω και παμπολυ διεατηκος ως ενοχλουν δεδιοτες· και ολως εφ' εκαστου των πραττομενων ου διαλειπομεν τα πολλα ολισθαινοντες. Τοιγαρτοι μυριας ηδη τοις τραγωδοδιδασκαλοις αφορμας εις τα δραματα το τοιουτο παρεσχηται, τους Λαβδακιδας και τους Πελοπιδας ιο και τα τουτοις παραπλησια· σχεδον γαρ τα πλειστα των εν τη σκηνη αναβαινοντων κακων ευροι τις αν υπο της αγνοιας καθαπερ υπο τραγικου τινος δαιμονος κεχορηγημενα. Λεγω δε και ες τα αλλα μεν αποβλεπων, μαλιστα δε ες τας ουκ αληθεις κατα των συνηθων και φιλων διαβολος, υφ' ων ηδη και οικοι αναστατοι γεγονασι και πολεις αρδην απολωλασι, πατερες τε κατα παιδων εξεμανησαν και αδελφοι κατα των ομογενων και παιδες κατα των γειναμενων και ερασται κατα των ερωμενων πολλαι δε και φιλιαι συνεκοπησαν και ορκοι συνεχυθησαν υπο της κατα τας διαβολας πιθανοτητος.

Tristo male è l’ignoranza, e cagione di molti mali agli uomini: essa diffonde quasi una caligine su le cose, oscura la verità, e getta un’ombra su la vita di ogni uomo. Noi sembriamo come quelli che vanno al buio, anzi siam come ciechi, e dove intoppiamo a caso, dove trapassiamo alla ventura, questo che ci è vicino e innanzi a’ piedi non vediamo, quello che è lontano e molto discosto temiamo come ci fosse molesto. Insomma in tutte le azioni noi stiamo sempre per cadere. Or questo ha dato ai poeti tragici innumerevoli argomenti di drammi, i Labdacidi, i Pelopidi, ed altri simili; chè quasi la maggior parte delle sventure messe in su la scena, tu trovi che l’ignoranza, a guisa di un tragico demone, le fornisce. Dico questo considerando altre cose, e specialmente le false denunzie contro amici e famigliari; per le quali già furono e case rovinate, e città spiantate, e padri infuriarono contro figliuoli, e fratelli contro fratelli, e figliuoli contro genitori, e amanti contro le persone amate: molte amicizie si ruppero, e molte case sprofondarono per essersi creduto a calunnie verisimili.

Sull'amicizia

Inserito in Luciano.

Υμεις γαρ μοι δοκειτε τους μεν περι φιλιας λογους αμεινον αλλων αν ειπειν δυνασθαι, ταργα δε αυτης ου μονον ου κατ' αξιαν των λογων εκμελεταν, αλλ' αποχρη υμιν επαινεσαι τε αυτην και δειξαι ηλικον αγαθον εστιν εν δε ταις χρειαις προδοντες τους λογους δραπετευετε ουκ οιδ' οπως εκ μεσων των εργων. Και οποταν υμιν οι τραγωδοι τας τοιαυτας φιλιας επι την σκηνην αναβιβασαντες δεικνυωσιν επαινειτε και επικροτειτε και κινδυνευουσιν αυτοις υπερ αλληλων οι πολλοι και επιδακρυετε, αυτοι δε ουδεν αξιον επαινου υπερ των φιλων παρεχεσθαι τολματε, αλλ' ην του φιλος δεηθεις τυχη, αυτικα μαλα ωσπερ τα ονειρατα οιχονται υμιν εκποδων αποπταμεναι αι πολλαι εκει ναι τραγωδιαι, τοις κενοις τουτοις και κωφοις προσωπειοις εοικοτας υμας απολιπουσαι, α διηρμενα το στομα και παμμεγεθες κεχηνοτα ουδε το σμικροτατον φθεγγεται. Ημεις δε εμπαλιν οσω γαρ δη λειπομεθα εν τοις περι φιλιας λογοις, τοσουτον εν τοις εργοις αυτης πλεονεκτουμεν.

La luna parla a Menippo

Inserito in Luciano.

Ουπω σταδιον ανεληλυθειν και η Σεληνη γυναικειαν φωνην προιεμενη, «Μενιππε», φησιν, «ουτως οναιο, διακονησαι μοι τι προς τον Δια». «Λεγοις αν», ην δ' εγω· «βαρυ γαρ ουδεν, ην μη τι φερειν δεη». «Πρεσβειαν», εφη, «τινα ου χαλεπην και δεησιν απενεγκε παρ' εμου τω Διι· απειρηκα γαρ ηδη, Μενιππε, πολλα και δεινα παρα των φιλοσοφων ακουουσα, οις ουδεν ετερον εστιν εργον η ταμα πολυπραγμονειν, τις ειμι και πηλικη, και δι ηντινα αιτιαν διχοτομος η αμφικυρτος γιγνομαι. Και οι μεν κατοικεισθαι με φασιν, οι δε κατοπτρου δικην επικρεμασθαι τη θαλαττη, οι δε ο τι αν εκαστος επινοηση τουτο μοι προσαπτουσι. Τα τελευταια δε και το φως αυτο κλοπιμαιον τε και νοθον ειναι μοι φασιν ανωθεν ηκον παρα του Ηλιου, και ου παυονται και προς τουτον με αδελφον οντα συγκρουσαι και στασιασαι προαιρουμενοι· ου γαρ ικανα ην αυτοις α περι αυτου ειρηκασι του Ηλιου, λιθον αυτον ειναι και μυδρον διαπυρον».

Insolita rappresentazione di Eracle presso i Galli

Inserito in Luciano.

Τον Ηρακλεα οι Κελτοι Ογμιον ονομαζουσι φωνη τη επιχωριω, το δε ειδος του θεου πανυ αλλοκοτον γραφουσι. Γερων εστιν αυτοις ες το εσχατον, αναφαλαντιας, πολιος ακριβως οσαι λοιπαι των τριχων, ρυσος το δερμα και διακεκαυμενος ες το μελαντατον οιοι εισιν οι θαλαττουργοι γεροντες· μαλλον δε Χαρωνα η Ιαπετον τινα των υποταρταριων και παντα μαλλον η Ηρακλεα ειναι αν εικασειας. Αλλα και τοιουτος ων εχει δμως την σκευην την Ηρακλεους· και γαρ την διφθεραν ενηπται την του λεοντος και το ροπαλον εχει εν τη δεξιοι και τον γωρυτον παρηρτηται, και το τοξον εντεταμενον η αριστερα προδεικνυσιν, και ολος Ηρακλης εστι ταυτα γε. Ωιμην ουν εφ' υβρει των Ελληνιων θεων τοιαυτα παρανομειν τους Κελτους ες την μορφην την Ηρακλεους αμυνομενους αυτον τη γραφη, οτι την χωραν ποτε αυτων επηλθεν λειαν ελαυνων, οποτε τας Γηρυονου αγελας ζητων κατεδραμε τα πολλα των εσπεριων γενων.

Lucio torna uomo

Inserito in Luciano.

Ο μεν ουν εμος επιστατης εστως οπισθεν εκελευεν με αρισταν εγω δε αμα μεν ηδουμην εν τω θεατρω κατακειμενος, αμα δε εδεδιειν μη που αρκτος η λεων αναπηδησεται. Εν τουτω δε τινος ανθη φεροντος παροδευοντος εν τοις αλλοις ανθεσιν ορω και ροδων χλωρων φυλλα, και μηδεν ετι οκνων αναπηδησας του λεχους εκπιπτω· και οι μεν ωοντο με ανιστασθαι ορχησομενον εγω δε εν εξ ενος επιτρεχων και απανθιζο· μενος απ' αυτων των ανθων τα ροδα κατεπινον. Των δε ετι θαυμαζοντων επ' εμοι αποπιπτει εξ εμου εκεινη η του κτηνους οψις και απολλυται, και αφανης εκεινος ο παλαι ονος, ο δε Λουκιος αυτος ενδον μοι γυμνος ειστηκει. Τη δε παραδοξω ταυτη και μηδεποτε ελπισθειση θεα παντες εκπεπληγμενοι δεινον επεθορυβησαν και το θεατρον εις δυο γνωμας εσχιζετο· οι μεν γαρ ωσπερ φαρμακα δεινα επισταμενον και κακον τι πολυμορφον ηξιουν ευθυς ενδον πυρι με αποθανειν, οι δε περιμειναι και τους απ' εμου λογους ελεγον δειν και προτερον διαγνωναι, ειθ' ουτως δικασαι περι τουτων.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás