Pregare gli dei con nobili intenti

Inserito in Marco Aurelio.

Ητοι ουδεν δυνανται οι θεοι η δυνανται. Ει μεν ουν μη δυνανται, τι ευχη; ει δε δυνανται, δια τι ουχι μαλλον ευχη διδοναι αυτους το μητε φοβεισθαι τι τουτων μητε επιθυμειν τινος τουτων μητε λυπεισθαι επι τινι τουτων, μαλλον ηπερ το μη παρειναι τι τουτων η το παρειναι; παντως γαρ, ει δυνανται συνεργειν ανθρωποις, και εις ταυτα δυνανται συνεργειν. Αλλα ισως ερεις οτι· επ' εμοι αυτα οι θεοι εποιησαν. Ειτα ου κρεισσον χρησθαι τοις επι σοι μετ' ελευθεριας η διαφερεσθαι προς τα μη επι σοι μετα δουλειας και ταπεινοτητος; τις δε σοι ειπεν οτι ουχι και εις τα εφ' ημιν οι θεοι συλλαμβανουσιν; αρξαι γουν περι τουτων ευχεσθαι και οψει. Ουτος ευχεται· «Πως κοιμηθω μετ' εκεινης»· συ· «Πως μη επιθυμησω του κοιμηθηναι μετ' εκεινης». Αλλος· «Πως στερηθω εκεινου»· συ· «Πως μη χρηζω του στερηθηναι». Αλλος· «Πως μη αποβαλω το τεκνιον»· συ· «Πως μη φοβηθω αποβαλειν». Ολως ωδε επιστρεψον τας ευχας και θεωρει τι γινεται.

Il proprio dovere di uomo

Inserito in Marco Aurelio.

Ορθρου, οταν δυσοκνως εξεγειρη, προχειρον εστω οτι επι ανθρωπου εργον εγειρομαι· ετι ουν δυσκολαινω, ει πορευομαι επι το ποιειν ων ενεκεν γεγονα και ων χαριν προηγμαι εις τον κοσμον; η επι τουτο κατεσκευασμαι, ινα κατακειμενος εν στρωματιοις εμαυτον θαλπω; «Αλλα τουτο ηδιον». Προς το ηδεσθαι ουν γεγονας, ολως δε προς πεισιν, ου προς ενεργειαν; ου βλεπεις τα φυταρια, τα στρουθαρια, τους μυρμηκας, τους αραχνας, τας μελισσας το ιδιον ποιουσας, το καθ' αυτας συγκοσμουσας κοσμον; επειτα συ ου θελεις τα ανθρωπικα ποιειν ου τρεχεις επι το κατα την σην φυσιν· «Αλλα δει και αναπαυεσθαι». Δει· φημι καγω· εδωκε μεντοι και τουτου μετρα η φυσις, εδωκε μεντοι και του εσθιειν και πινειν, και δμως συ υπερ τα μετρα, υπερ τα αρκουντα προχωρεις, εν δε ταις πραξεσιν ουκ ετι, αλλ' εντος του δυνατου. Ου γαρ φιλεις εαυτον, επει τοι και την φυσιν αν σου και το βουλημα ταυτης εφιλεις.

Il desiderio di fama

Inserito in Marco Aurelio.

Ο περι την υστεροφημιαν επτοημενος ου φανταζεται οτι εκαστος των μεμνημενων αυτου ταχιστα και αυτος αποθανειται· ειτα παλιν ο εκεινον διαδεξαμενος, μεχρι και πασα η μνημη αποσβη δια απτομενων και σβεννυμενων προιουσα. Υποθου δ' οτι και αθανατοι μεν οι μεμνησομενοι, αθανατος δε η μνημη· τι ουν τουτο προς σε; και ου λεγω, οτι ουδεν προς τον τεθνηκοτα, αλλα προς τον ζωντα τι ο επαινος, πλην αρα δι οικονομιαν τινα; παριης γαρ νυν ακαιρως την φυσικην δοσιν αλλου τινος ουκ εχομενην λογου.

Consigli di vita

Inserito in Marco Aurelio.

Μητε ακουσιος ενεργει μητε ακοινωνητος μητε ανεξεταστος μητε ανθελκομενος· μητε κομψεια την διανοιαν σου καλλωπιζετω· μητε πολυρρημων μητε πολυπραγμων εσο. Ετι δε ο εν σοι θεος εστω προστατης ζωου αρρενος και πρεσβυτου και πολιτικου και Ρωμαιου και αρχοντος, ανατεταχοτος εαυτον, οιος αν ειη τις περιμενων το ανακλητικον εκ του βιου ευλυτος, μητε ορκου δεομενος μητε ανθρωπου τινος μαρτυρος. Ενεστω δε το φαιδρον και το απροσδεες της εξωθεν υπηρεσιας και το απροσδεες ησυχιας, ην αλλοι παρεχουσιν. Ορθον ουν ειναι χρη, ουχι ορθουμενον.

La vita terrena e l'esistenza successiva

Inserito in Marco Aurelio.

Ιπποκρατης πολλας νοσους ιασαμενος αυτος νοσησας απεθανεν. Οι Χαλδαιοι πολλων θανατους προηγορευσαν, ειτα και αυτους το πεπρωμε­νον κατελαβεν. Αλεξανδρος και Πομπηιος και Γαιος Καισαρ, ολας πολεις αρδην τοσαυτακις ανελοντες και εν παραταξει πολλας μυριαδας Ιππεων και πεζων κατακοψαντες, και αυτοι ποτε εξηλθον του βιου. Ηρακλειτος περι της του κοσμου εκπυρωσεως τοσαυτα φυσιολογησας, υδατος τα εντος πληρωθεις, βολβιτω κατακεχρισμενος απεθανεν. Δημοκριτον δε οι φθειρες, Σωκρατην δε αλλοι φθειρες απεκτειναν. Τι ταυτα; Ενεβης, επλευσας, κατηχθης· εκβηθι. Ει μεν εφ' ετερον βιον, ουδεν θεων κενον ουδε εκει· ει δε εν αναισθησια, παυση πονων και ηδονων ανεχομενος και λατρευων τοσουτω χειρονι τω αγγειω οσω περιεστι το υπηρετουν το μεν γαρ νους και δαιμων, το δε γη και λυθρος.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás