Achille e Priamo

Inserito in Omero.

Ως αρα φωνησας απεβη προς μακρον Ολυμπον Ερμειας: Πριαμος δ' εξ ιππων αλτο χαμαζε, Ιδαιον δε κατ' αυθι λιπεν: ο δε μιμνεν ερυκων ιππους ημιονους τε• γερων δ' ιθυς κιεν οικου, τη ρ' Αχιλευς ιζεσκε Διι φιλος• εν δε μιν αυτον ευρ', εταροι δ' απανευθε καθηατο• τω δε δυ οιω ηρως Αυτομεδων τε και Αλκιμος οζος Αρηος ποιπνυον παρεοντε• νεον δ' απεληγεν εδωδης εσθων και πινων• ετι και τταρεκειτο τραπεζα. Τους δ' ελαθ' εισελθων Πριαμος μεγας, αγχι δ' αρα στας χερσιν Αχιλληος λαβε γουνατα και κυσε χειρας δεινας ανδροφονους, αιοι πολεας κτανον υιας. Ως δ' οτ' αν ανδρ' ατη πυκινη λαβη, ος τ' ενι πατρη φωτα κατακτεινας αλλων εξικετο δημον ανδρος ες αφνειου, θαμβος δ' εχει εισοροωντας, ως Αχιλευς θαμβησεν ιδων Πριαμον θεοειδεα• θαμβησαν δε και αλλοι, ες αλληλους δε ιδοντο. Τον και λισσομενος Πριαμος προς μυθον εειπε• «Μνησαι πατρος σοιο θεοις επιεικελ' Αχιλλευ, τηλικου ως περ εγων, ολοω επιγηραος ουδω• και μεν που κεινον περιναιεται αμφις εοντες τειρουσ', ουδε τις εστιν αρην και λοιγον αμυναι.

Achille uccide Ettore

Inserito in Omero.

Οιος δ' αστηρ εισι μετ' αστρασι νυκτος αμολγω εσπερος, ος καλλιστος εν ουρανω ισταται αστηρ, ως αιχμης απελαμπ' ευηκεος, ην αρ' Αχιλλευς παλλεν δεξιτερη φρονεων κακον Εκτορι διω εισοροων χροα καλον, οπη έιξειε μαλιστα. Του δε και αλλο τοσον μεν εχε χροα χαλκεα τευχεα καλα, τα Πατροκλοιο βιην εναριξε κατακταςφαινετο δ' η κληιδες απ' ωμων αυχεν' εχουσι λαυκανιην, ινα τε ψυχης ωκιστος ολεθρος• τη ρ' επι οι μεμαωτ' ελασ' εγχει διος Αχιλλευς, αντικρυ δ' απαλοιο δι αυχενος ηλυθ' ακωκη• ουδ' αρ' απ' ασφαραγον μελιη ταμε χαλκοβαρεια, οφρα τι μιν προτιειττοι αμειβομενος επεεσσιν. Ηριπε δ' εν κονιτις• ο δ' επευξατο διος Αχιλλευς• «Εκτορ αταρ που εφης Πατροκλη εξεναριζων σως εσσεσθ', εμε δ' ουδεν οπιζεο νοσφιν εοντα νητιιε• τοιο δ' ανευθεν αοσσητηρ μεγ' αμεινων νηυσιν επιγλαφυρησιν εγω μετοπισθε λελειμμην, ος τοι γουνατ' ελυσα: σε μεν κυνες ηδ' οιωνοι ελκησουσ' αικως, τον δε κτεριουσιν Αχαιοι».

Achille tra kleos e nostos

Inserito in Omero.

Κουρην δ'ου γαμεω Αγαμεμνονος Ατρειδαο, ουδ' ει χρυσειη Αφροδιτη καλλος εριζοι εργα δ' Αθηναιη γλαυκωττιδι ισοφαριζοι: ουδε μιν ως γαμεω: ο δ' Αχαιων αλλον ελεσθω, ος τις οι τ' επεοικε και ος βασιλευτερος εστιν. Ην γαρ δη με σαωσι θεοι και οικαδ' ικωμαι, Πηλευς θην μοι επειτα γυναικα γε μασσεται αυτος. Πολλαι Αχαιιδες εισιν αν' Ελλαδατε Φθιην τε κουραι αριστηων, οι τε πτολιεθρα ρυονται, ταωνην κ' εθελωμι φιλην ποιησομ' ακοιτιν. Ενθα δε μοι μολα πολλον επεσσυτο θυμος γημαντα μνηστην αλοχον εικυιαν ακοιτιν κτημασι τερπεσθαι τα γερων εκτησατο Πηλευς: ου γαρ εμοι ψυχης ανταξιον ουδ' οσα φασιν Ιλιον εκτησθαι ευ ναιομενον πτολιεθρον το πριν επ' ειρηνης, πριν ελθειν υιας Αχαιων, ουδ' οσα Λαινος ουδος αφητορος εντος εεργει Φοιβου Απολλωνος Πυθοι ενι πετρηεσση. Ληιστοι μεν γαρ τε βοες και ιφια μηλα, κτητοι δε τριποδες τε και ιππων ξανθα καρηνα, ανδρος δε ψυχη παλιν ελθειν ουτε λειστη ουθ' ελετη, επει αρ κεν αμειψεται ερκος οδοντων. Μητηρ γαρ τε με φησι θεα Θετις αργυροπεζα διχθαδιας κηρας φερεμεν θανατοιο τελοσδε.

Morte di Patroclo

Inserito in Omero.

Εκτωρ δ'ως ειδεν Πατροκληα μεγαθυμον αψ αναχαζομενον βεβλημενον οξει καλκω, αγχιμολον ρα οι ηλθε κατα στιχας, ουτα δε δουρι νειατον ες κενεωνα, διαπρο δε χαλκον ελασσε• δουπησεν δε πεσων, μεγα δ' ηκαχε λαον Αχαιων• ως δ' οτε συν ακαμαντα λεων εβιησατο χαρμη, ω τ' ορεος κορυφησι μεγα φρονεοντε μαχεσθον πιδακος αμφ' ολιγης• εθελουσι δε πιεμεν αμφω• πολλα δε τ' ασθμαινοντα λεων εδαμασσε βιηφιν• ως πολεας πεφνοντα Μενοιτιου Εκτωρ Πριαμιδης σχεδον εγχει θυμον απηυρα, και οι επευχομενος επεα πτεροεντα προσηυδα•«Πατροκλ' η που εφησθα παλιν κεραιξεμεν αμην, Τρωιαδας δε γυναικας ελευθερον ημαρ απουρας αξειν εν νηεσσι φιλην ες πατριδα γαιαν νηπιε• ταων δε προσθ' Εκτορος ωκεες ιπποι ποσσιν ορωρεχαται πολεμιζειν• εγχει δ' αυτος Τρωσιφιλοπτολεμοισι μεταπρεπω, ο σφιν αμυνω ημαρ αναγκαιον• σε δε τ' ενθαδε γυπες εδονται. Α δειλ', ουδε τοι εσθλος εων χραισμησεν Αχιλλευς, ος που τοι μολα πολλα μενων επετελλετ' ιοντι• μη μοι πριν ιεναι Πατροκλεες ιπποκελευθε νηας επι γλαφυρας πριν Εκτορος ανδροφονοιο αιματοεντα χιτωνα περι στηθεσσι δαιξαι. Ως που σε προσεφη, σοι δε φρενας αφρονι πειθε». Τον δ' ολιγοδρανεων προσεφης Πατροκλεες ιππευ•«Ηδη νυν Εκτορ μεγαλ' ευχεο• σοι γαρ εδωκε νικην Ζευς Κρονιδης και Απολλων, οι με δαμασσαν ρηιδιως• αυτοι γαρ απ' ωμων τευχε ελοντο.

L'intervento di Atena

Inserito in Omero.

Ως φατο• Πηλειωνι δ' αχος γενετ', εν δε οι ητορ στηθεσσιν λασιοισι διανδιχα μερμηριξεν, η ο γε φασγανον οξυ ερυσσαμενος παρα μηρου τους μεν αναστησειεν, ο δ' Ατρειδην εναριζοι, ηε χολον παυσειεν ερητυσειε τε θυμον. Ηος ο ταυθ' ωρμαινε κατα φρενα και κατα θυμον, ε'λκετο δ' εκ κολεοιο μεγα ξιφος, ηλθε δ' Αθηνη ουρανοθεν• προ γαρ ηκε θεα Λευκωλενος Ηρη αμφω ομως θυμφ φιΛεουσα τε κηδομενη τε• στη δ' οπιθεν, ξανθης δε κομης εΛε Πηλειωνα οιψ φαινομενη• των δ' αλλων ου τις ορατο• θαμβησεν δ' Αχιλευς, μετα δ' ετραπετ', αυτικα δ' εγνω Παλλαδ' Αθηναιην• δεινω δε οι οσσε φαανθεν• και μιν φωνησας εττεα πτεροεντα προσηυδα• «Τιπτ' αυτ' αιγιοχοιο Διος τεκος ειληλουθας; η ινα υβριν ιδη Αγαμεμνονος Ατρειδαο; Αλλ' εκ τοι ερεω, το δε και τελεεσθαι οιω• ης υπεροττλιησι ταχ' αν ποτε θυμον ολεσση». Τον δ' αυτε προσεειπε θεα γλαυκωπις Αθηνη• «Ηλθον εγω παυσουσα το σον μενος, αι κε πιθηαι, ουρανοθεν• προ δε μ'ηκε θεαλευκωλενος Ηρη αμφω ομως θυμω φιλεουσα τε κηδομενη τε• αλλ' αγε ληγ' εριδος, μηδε ξιφος ελκεο χειρι• αλλ' ητοι επεσιν μεν ονειδισον ως εσεται περ• ωδε γαρ εξερεω, το δε και τετελεσμενον εσται• και ποτε τοι τρις τοσσα παρεσσεται αγλαα δωρα υβριος εινεκα τησδε• συ δ' ισχεο, πειθεο δ' ημιν». Την δ'απαμειβομενος προσεφη ποδας ωκυς Αχιλλευς• «Χρη μεν σφωιτερον γε, θεα, επος ειρυσσασθαι και μολα περ θυμω κεξολωμενον ως γαρ αμεινον• ος κε θεοις επιπειθηται, μολα τ' εκλυον αυτου».

PageRank

Google Pagerank mérés, keresőoptimalizálás