Intervento divino durante un attacco al santuario di Delfi

Inserito in Pausania.

Ουτοι μεν δη τους Ελληνας τροπον τον ειρημενον εσωζον, οι δε Γαλαται Πυλων τε εντος ησαν και τα πολισματα ελειν εν ουδενι τα λοιπα ποιησαμενοι Δελφους και τα χρηματα. Του θεου διαρπασαι μαλιστα φιχον σπουδην. Και σφισιν αυτοι τε Δελφοι και Φωκεων αντεταχθησαν οι τας πολεις περι τον Παρνασσον οικουντες, αφικετο δε και δυναμις Αιτωλων· το γαρ Αιτωλικον προειχεν ακμη νεοτητος τον χρονον τουτον. Ως δε ες χειρας συνηεσαν, ενταυθα κεραυνοι τε εφεροντο ες τους Γαλατας και απορραγεισαι πετραι του Παρνασσου, δειματα τε ανδρες εφισταντο οπλιται τοις βαρβαροις· τουτων τους μεν εξ Υπερβορεων λεγουσιν ελθειν, Υπεροχον και Αμαδοκον, τον δε τριτον Πυρρον ειναι τον Αχιλλεως· εναγιζουσι δε απο ταυτης Δελφοι της συμμαχιας Πυρρω, προτερον εχοντες ατε ανδρος πολεμιου και το μνημα εν ατιμια. Γαλατων δε οι πολλοι ναυσιν ες την Ασιαν διαβαντες τα παραθαλασσια αυτης ελεηλατουν.

L'Elicona

Inserito in Pausania.

Ο δε Ελικων ορων των εν τη Ελλαδι εν τοις μαλιστα εστιν ευγεως και δενδρων ημερων αναπλεως· και οι της ανδραχνου θαμνοι παρεχονται των πανταχου καρπον αιξιν ηδιστον. Αεγουσι δε οι περι τον Ελικωνα οικουντες και απασας εν τω δρει τας ποας και τας ριζας ηκιστα επι ανθρωπου θανατω φυεσθαι. Και δη και τοις οφεσι τον ιον ποιουσιν ενταυθα ασθενεστερον αι νομαι, ωστε και διαφευγουσι τα πολλα οι δηχθεντες, ην ανδρι Λιβυι γενους του Ψυλλων η και αλλως προσφοροις επιτυχωσι τοις φαρμακοις. Εστι μεν δη ο ιος τοις αγριωτατοις των οφεων και αλλως ολεθριος ες τε ανθρωπους και ζωα ομοιως τα παντα, συντελουσι δε ουχ ηκιστα ες ισχυν σφισι του ιου και αι νομαι, επει τοι και ανδρος ακουσας οιδα Φοινικος ως εν τη ορεινη τη Φοινικης αγριωτερους τους εχεις ποιουσιν αι ριζαι.

La statua di Apollo

Inserito in Pausania.

Του ναου δε εστι περαν Απολλων χαλκους, και το αγαλμα λεγουσι Φειδιαν ποιησαι· Παρνοπιον δε καλουσιν, οτι σφισι παρνοπων βλαπτοντων την γην αποτρεψειν ο θεος ειπεν εκ της χωρας. Και οτι μεν απετρεψεν ισασι, τροπω δε ου λεγουσι ποιω. Τρις δε αυτος ηδη παρνοπας εκ Σιπυλου του ορους ου κατα ταυτα οιδα φθαρεντας, αλλα τους μεν εξεωσε βιαιος εμπεσων ανεμος, τους δε υσαντος του θεου καυμα ισχυρον καθειλεν επιλαβον, οι δε αιφνιδιω ριγει καταληφθεντες απωλοντο.

Pirro viene in aiuto ai Tarantini

Inserito in Pausania.

Ελληνα ουδενα Πυρρου προτερον πολεμησαντα ισμεν Τωμαιοις. Διομηδει μεν γορ και Αργειοις τοις συν αυτω ουδεμιαν μαχην ετι γενεσθαι προς Αινειαν λεγεται· Αθηναιοις δε ελπισασι και Ιταλιαν πασαν καταστρεψασθαι το εν Συρακουσαις πταισμα εμποδων εγενετο μη και Τωμαιων λαβειν πειραν Αλεξανδρος δε ο Νεοπτολεμου, του αυτου γενους ων Πυρρω και ηλικια πρεσβυτερος, αποθανων εν Λευκανοις εφθη πριν ες χειρας ελθειν Ρωμαιοις. Ουτω Πυρρος εστιν ο πρωτος εκ της Ελλαδος της περαν Ιονιου διαβας επι Ρωμαιους· διεβη δε και ουτος επαγαγομενων Ταραντινων. Τουτοις γαρ προτερον ετι προς Ρωμαιους εγεγονει πολεμος· μαλιστα δε οι πρεσβεις των Ταραντινων ανεπεισαν τον Πυρρον, την Ιταλιαν διδασκοντες ως ευδαιμονιας ενεκα αντι πασης ειη της Ελλαδος. Μνημη τον Πυρρον της αλωσεως της Ιλιου εσηλθε, και οι ελπις του στρατευειν επι Τρωων αποικους, Αχιλλεως ων απογονος.

Telesilla conduce le donne alla vittoria

Inserito in Pausania.

Ην δε η Τελεσιλλα και αλλως εν ταις γυναιξιν ευδοκιμος και μαλλον ετιματο ετι επι τη ποιησει. Συμβαντος δε τους Αργειους ηττασθαι μαχη υπο Κλεομενους του Λακεδαιμονιων βασιλεως και των μεν των πολιτων εν αυτη τη μαχη πεσοντων, των δε, ες το αλσος του Αργους καταφυγοντων, διαφθαρεντων συγκατακαυθεντων τω αλσει, ουτω τους Λακεδαιμονιους Κλεομενης ηγεν επι ερημον ανδρων το Αργος. Τελεσιλλα δε οικετας μεν και οσοι δια νεοτητα η γηρας οπλα αδυνατοι φερειν ησαν, τουτους μεν παντας ανεβιβασεν επι το τειχος, αυτη δε οποσα εν ταις οικιαις υπελειπετο και τα εκ των ιερων οπλα αθροισασα, τας ακμαζουσας ηλικια των γυναικων ωπλιζεν, οπλισασα δε προς τους πολεμιους διεταττεν. Ως δε εγγυς εγενοντο οι Λακεδαιμονιοι και αι γυναικες ουτε τω αλαλαγμω κατεπλαγησαν δεξαμεναι τε εμαχοντο ερρωμενως, ενταυθα οι Λακεδαιμονιοι, φρονησαντες ως και διαφθειρασι σφισι τας γυναικας επιφθονως το κατορθωμα εξει και σφαλεισι μετα ονειδων γενησοιτο η συμφορα, υπεικουσι ταις γυναιξιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás