Il consiglio degli anziani a Sparta

Inserito in Plutarco.

Πλειονων δε καινοτομουμενων υπο του Λυκουργου Πρωτον ην και μεγιστον η καταστασις των γεροντων, ην φησιν ο Πλατων τη των βασιλεων αρχη φλεγμαινουση μιχθεισαν και γενομενην ισοψηφον εις τα μεγιστα σωτηριαν αμα και σωφροσυνην παρασχειν. Αιωρουμενη γαρ η πολιτεια και αποκλινουσα νυν μεν ως τους βασιλεις επι τυραννιδα, νυν δε ως το πληθος επι δημοκρατιαν, οιον ερμα την των γεροντων αρχην εν μεσω θεμενη και ισορροπησασα την ασφαλεστατην ταξιν εσχε και καταστασιν, αει των οκτω και εικοσι γεροντων τοις μεν βασιλευσι προστιθεμενων οσον αντιβηναι προς δημοκρατιαν, αυθις δε υπερ του μη γενεσθαι τυραννιδα τον δημον αναρρωννυντων.

Introduzione degli efori nel sistema politico spartano

Inserito in Plutarco.

Ουτω το πολιτευμα του Λυκουργου μιξαντος, ομως ακρατον ετι την ολιγαρχιαν και ισχυραν οι μετ' αυτον ορωντες σπαργωσαν και θυμουμενην, ως φησιν ο Πλατων, οιον ψαλιον εμβαλλουσιν αυτη την των εφορων δυναμιν, ετεσι που μαλιστα τριακοντα και εκατον μετα Λυκουργον πρωτων των περι Ελατον εφορων κατασταθεντων επι Θεοπομπου βασιλευοντος. Ον και φασιν υπο της εαυτου γυναικος ονειδιζομενον ως ελαττω παραδωσοντα τοις παισι την βασιλειαν η παρελαβε, «Μειζω μεν ουν» ειπειν «οσω χρονιωτεραν». Τω γαρ οντι το αγαν αποβαλουσα μετα του φθονου διεφυγε τον κινδυνον, ωστε μη παθειν α Μεσσηνιοι και Αργειοι τους παρ'αυτοις βασιλεις εδρασαν, μηδεν ενδουναι μηδε χαλασαι της εξουσιας επι το δημοτικον εθελησαντας.

La morte di Dario III

Inserito in Plutarco.

Μολις Δαρειος δ'ευρισκεται πολλων ακοντισματων καταπλεως το σωμα κειμενος εν αρμαξη, μικρον απολειπων του τελευταν· ομως δε και πιειν ητησε, και πιων υδωρ ψυχρον, ειπε προς τον δοντα Πολυστρατον· «Ω ανθροπε, τουτο μοι περας γεγονε δυστυχιας απασης, ευ παθειν αμειψασθαι μη δυναμενον· αλλ'Αλεξανδρος αποδωσει σοι την χαριν, Αλεξανδρω δ'οι θεοι της μητερα και γυναικα και παιδας τους εμους επιεικειας, ω ταυτην διδωμι την δεξιαν δια σου. » Ταυτ'ειπων και λαβομενος της του Πολυστρατου χειρος, εξελιτεν. Αλεξανδρος δ'ως επηλθεν, αλγων τε τω παθει φανερος ην, και την εαυτου χλαμυδα λυσας επεβαλε τω σοματι και περιεστειλε.

Musica e teatro

Inserito in Plutarco.

Επι μεντοι των ετι αρχαιοτερων ουδ' ειδεναι φασι τους Ελληνας την θεατρικην μουσαν, ολην δ' αυτοις την επιστημην προς τε θεων τιμην και την των νεων παιδευσιν παραλαμβανεσθαι, μηδε το παραπαν ηδη θεατρου παρα τοις ανδρασιν εκεινοις κατεσκευασμενου, αλλ' ετι της μουσικης εν τοις ιεροις αναστρεφομενης, εν οις τιμην τε του θειου δια ταυτης εποιουντο και των αγαθων ανδρων επαινους· εικος δ' ειναι οτι το θεατρον υστερον και το θεωρειν πολυ προτερον απο του θεου την προσηγοριαν ελαβεν. Επι μεντοι των καθ' ημας χρονων τοσουτον επιδεδωκε το της διαφθορας ειδος, ωστε του μεν παιδευτικου τροπου μηδεμιαν μνειαν μηδ' αντιληψιν ειναι, παντας δε τους μουσικης απτομενους προς την θεατρικην προσκεχωρηκεναι μουσαν.

Storia della musica in epoca antica

Inserito in Plutarco.

Αλεξανδρος δ' εν τη Συναγωγη των περι Φρυγιας κρουματα Ολυμπον εφη πρωτον εις τους Ελληνας κομισαι, ετι δε και τους Ιδαιους Δακτυλους· Ταγνιν δε πρωτον αυλησαι, ειτα τον τουτου υιον Μαρσυαν, ειτ' Ολυμπον· εζηλωκεναι δε τον Τερπανδρον Ομηρου μεν τα επη, Ορφεως δε τα μελη. Ο δ' Ορφευς ουδενα φαινεται μεμιμημενος· ουδεις γαρ πω γεγενητο, ει μη οι των αυλωδικων ποιηται· τουτοις δε κατ' ουθεν το Ορφικον εργον εοικε. Κλονας δ' ο των αυλωδικων νομων ποιητης, ο ολιγω υστερον Τερπανδρου γενομενος, ως μεν Αρκαδες λεγουσι, Τεγεατης ην, ως δε Βοιωτοι, Θηβαιος. Μετα δε Τερπανδρον και Κλοναν Αρχιλοχος παραδιδοται γενεσθαι. Αλλοι δε τινες των συγγραφεων Αρδαλον φασι Τροιζηνιον προτερον Κλονα την αυλφδικην συστησασθαι μουσαν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás