La morte di Cicerone

Postato in Plutarco.

Εν τουτω δ' οι σφαγεις επηλθον, εκατονταρχης Ερεννιος και Ποπιλλιος χιλιαρχος, εχοντες υπηρετας. Επει δε τας θυρας κεκλεισμενος ευροντες εξεκοψαν, ου φαινομενου του Κικερωνος ουδε των ενδον ειδεναι φασκοντων, λεγεται νεανισκον τινα, τεθραμμενον υπο του Κικερωνος εν γραμμασιν ελευθεριοις και μαθημασιν, φρασαι τω χιλιαρχω το φορειον κομιζομενον δια των καταφυτων και συσκιων περιπατων επι την θαλασσαν. Ο μεν ουν χιλιαρχος ολιγους αναλαβων μεθ' εαυτου περιεθει προς την εξοδον του δ' Ερεννιου δρομω φερομενου δια των περιπατων ο Κικερων ησθετο, και τους οικετας εκελευσεν ενταυθα καταθεσθαι το φορειον. Αυτος δ' ωσπερ ειωθει τη αριστερα χειρι των γενειων απτομενος, ατενες ενεωρα τοις σφαγευσιν, συντετηκως υπο φροντιδων το προσωπον, ωστε τους πλειστους εγκαλυψασθαι του Ερεννιου σφαζοντος αυτον. Εσφαγη δε τον τραχηλον εκ του φορειου προτεινας, ετος εκεινο γεγονως εξηκοστον και τεταρτον. Την δε κεφαλην απεκοψαν αυτου και τας χειρας, Αντωνιου κελευσαντος, αις τους Φιλιππικους· εγραψεν.


La traduzione è visibile ai soli utenti Registrati

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia