Giudizio negativo su Timeo

Inserito in Polibio.

Οτι πολλα ιστορει ψευδη ο Τιμαιος, και δοκει το παραπαν ουκ απειρος ων ουδενος των τοιουτων, υπο δε της φιλονεικιας επισκοτουμενος, οταν απαξ η ψεγειν η τουναντιον εγκωμιαζειν τινα προθηται, παντων επιλανθανεται και πολυ τι του καθηκοντος παρεκβαινει. Πλην ταυτα μεν ημιν υπερ Αριστοτελους ειρησθω πως και τισι προσεχων τοιαυτην εποιησατο την περι των Λοκρων εξηγησιν τα δε λεγεσθαι μελλοντα περι Τιμαιου και της ολης συνταξεως αυτου και καθολου περι του καθηκοντος τοις πραγματευομενοις ιστοριαν τοιανδε τινα ληψεται την απαντησιν. Οτι μεν ουν αμφοτεροι κατα τον εικοτα λογον πεποιηνται την επιχειρησιν, και διοτι πλειους εισι πιθανοτητες εν τη κατ' Αριστοτελην ιστορια, δοκω, πας αν τις εκ των ειρημενων ομολογησειεν· αληθες μεντοι γε και καθαπαξ διαστειλαι περι τινος ουδεν εστιν εν τουτοις.

Considerazione sulla repubblica di Platone

Inserito in Polibio.

Και μην ουδε την Πλατωνος πολιτειαν δικαιον παρεισαγαγειν, επειδη και ταυτην τινες των φιλοσοφων εξυμνουσιν. Ωσπερ γαρ ουδε των τεχνιτων η των αθλητων τους γε μη νενεμημενους η σεσωμασκηκοτας παριεμεν εις τους αθλητικους αγωνας, ουτως ουδε ταυτην χρη παρεισαγαγειν εις την των πρωτειων αμιλλαν, εαν μη προτερον επιδειξηται τι των εαυτης εργων αληθινως. Μεχρι δε του νυν παραπλησιος αν ο περι αυτης φανειη λογος, αγομενης εις συγκρισιν προς την Σπαρτιατων και Ρωμαιων και Καρχηδονιων πολιτειαν, ως αν ει των αγαλματων τις εν προθεμενος τουτο συγκρινοι τοις ζωσι και πεπνυμενοις ανδρασι. Και γαρ αν ολως επαινετον υπαρχη κατα την τεχνην, την γε συγκρισιν των αψυχων τοις εμψυχοις ενδεη και τελειως απεμφαινουσαν εικος προσπιπτειν τοις θεωμενοις.

La discordia tra Roma e Cartagine per Sagunto

Inserito in Polibio.

Τουτων δη τοιουτων υπαρχοντων, ομολογουμενον ην κακεινο διοτι Ζακανθαιοι πλειοσιν ετεσιν ηδη προτερον των κατ' Αννιβαν καιρων εδεδωκεισαν αυτους εις την των Ρωμαιων πιστιν. Σημειον δε τουτο μεγιστον και παρ' αυτοις τοις Καρχηδονιοις ομολογουμενον οτι στασιασαντες Ζακανθαιοι προς σφας ου Καρχηδονιοις επετρεψαν, καιπερ εγγυς οντων αυτων και τα κατα την Ιβηριαν ηδη πραττοντων, αλλα Ρωμαιοις και δια τουτων εποιησαντο την κατορθωσιν της πολιτειας. Διοπερ ει μεν τις την Ζακανθης απωλειαν αιτιαν τιθησι του πολεμου, συγχωρητεον αδικως εξενηνοχεναι τον πολεμον Καρχηδονιους κατα τε τας επι του Αυτατιου συνθηκας, καθ' ας εδει τοις εκατερων συμμαχοις την υφ' εκατερων υπαρχειν ασφαλειαν, κατα τε τας επ' Ασδρουβου, καθ' ας ουκ εδει διαβαινειν τον Ιβηρα ποταμον επι πολεμω Καρχηδονιους.

Annibale alle porte

Inserito in Polibio.

Προσπεσοντος του Αννιβου εις την Ρωμην, εις ολοσχερη συνεβη ταραχην και φοβον εμπεσειν τους κατα την πολιν, ατε του πραγματος αιφνιδιου μεν οντος και τελεως ανελπιστου δια το μηδεποτε τον Αννιβαν επι τοσουτον απηρκεναι της πολεως, υποτρεχουσης δε τινος αμα και τοιαυτης εννοιας, ως ουχ οιον τε τους εναντιους επι τοσουτον εγγισαι και καταθαρρησαι μη ου των περι Καπυην στρατοπεδων απολωλοτων. Διοπερ οι μεν ανδρες τα τειχη προκατελαμβανον και τους προ της πολεως ευκαιρους τοπους, αι δε γυναικες περιπορευομεναι τους ναους ικετευον τους θεους πλυνουσαι ταις κομαις τα των Ιερων εδαφη· τουτο γαρ αυταις εθος εστι ποιειν, οταν τις ολοσχερης την πατριδα καταλαμβανη κινδυνος.

Bilancio della battaglia di Canne

Inserito in Polibio.

Η μεν ουν περι Κανναν γενομενη μαχη Ρωμαιων και Καρχηδονιων επετελεσθη τον τροπον τουτον, μαχη γενναιοτατους ανδρας εχουσα και τους νικησαντος και τους ηττηθεντας. Δηλον δε τουτ' εγενετ' εξ αυτων των πραγματων. Των μεν γαρ εξακισχιλιων Ιππεων εβδομηκοντα μεν εις Ουενουσιαν μετα Γαιου διεφυγαν, περι τριακοσιους δε των συμμαχων σποραδες εις τας πολεις εσωθησαν εκ δε των πεζων μαχομενοι μεν εαλωσαν εις μυριους, ου δ' εντος οντες της μαχης, εξ αυτου δε του κινδυνου τρισχιλιοι μονον ισως εις τας παρακειμενος πολεις διεφυγον. Οι δε λοιποι παντες, οντες εις επτα μυριαδας, απεθανον ευγενως, την μεγιστην χρειαν: παρεσχημενου τοις Καρχηδονιοις εις το νικαν, και τοτε και προ του, του των ιππεων οχλου. Και δηλον εγενετο τοις επιγινομενοις οτι κρειττον εστι προς τους των πολεμιων καιρους ημισεις εχειν πεζους, ιπποκρατειν δε τοις ολοις, μαλλον η παντα παρισα τοις πολεμιοις εχοντα διακινδυνευειν. Των δε μετ' Αννιβου Κελτοι μεν επεσον εις τετρακισχιλιους, Ιβηρες δε και Λιβυες εις χιλιους και πεντακοσιους, ιππεις δε περι διακοσιους.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás