Uno stratagemma di Epaminonda

Inserito in Polieno.

Επαμεινωνδας, προς τη γεφυρα του Σπερχειου Θεσσαλων αντικαθημενων, ορων απο του ποταμου περι την εω πολλην και βαθειαν ομιχλην αιρομενην, παρηγγειλεν εκαστω λοχω δυο κομισαι φορτια ξυλων, το μεν χλωρων, το δε αυων, και περι μεσην νυκτα τα μεν αυα κατωθεν, τα δε χλωρα ανωθεν θεντας υφαψαι. Ομου νυξ και ομιχλη και καπνος· ο μεν αηρ τοις πολεμιοις αορατον ην, ο δε Επαμεινωνδας επι την γεφυραν διεβιβασε τους στρατιωτας· οι δε Θεσσαλοι κατα μεσον το πεδιον οντες, οποτε ο καπνος μετα της ομιχλης διεσκεδασθη, της διαβασεως των πολεμιων ησθοντο.

Stratagemma di Brasida

Inserito in Polieno.

Βρασιδας περι Αμφιπολιν επολιορκειτο επι λοφου κοφτερου προσβαλλοντων εν κυκλω των πολεμιων. Οι μεν δη, δεδιοτες μη νυκτωρ αποδραιη, λιθοις περιετειχιζον τον λοφον και τειχος υψηλον ηγειρον. Οι δε Λακωνες ηγανακτουν οτι μη προηγεν αυτους εις μαχην, αλλα περιτειχισθεντες αισχιστα λιμω αλωσοιντο· Βρασιδας αυτος ειπε τον καιρον της μαχης ειδεναι. Επει δε το πλειστον του λοφου περιετετειχιστο, λοιπον δε ην ατειχιστον οσον πλεθρον αυταρκες, τοις μετ' αυτου προς μαχην παρηγγειλε τουτον ειναι τον καιρον ορμωσιν επι την εξοδον. Και δη ορμησαντες πολλους των πολεμιων διαφθειραντες εσωθησαν η γαρ στενοχωρια ελαττονας οντας ουκ εβλαψεν ο δε περιτειχισμος ωφελησε κωλυσας μηδενα κατα νωτον πολεμιον αυτων γενεσθαι, ωστε τω τειχει των εναντιων το μεν εκεινων πληθος αχρειον, η δε εξοδος ασφαλεστερα τοις Λακωσιν εγενετο.

Stratagemma di Cleomene

Inserito in Polieno.

Υπο Κλεομενους, των Λακεδαιμονιων βασιλεως, πολεμος τοις Αργειοις παρεσκευαστο. Ην δε τοις Αργειοις ακριβης φυλακη και μιμησις των υπο των πολεμιων δρωμενων και γαρ παντα τα παραγγελματα α Κλεομενης υπο κηρυκος εσημαινε τη στρατια, και αυτοι τα ισα δραν εσπουδαζον. Οπλιζομενων μεν γαρ των Λακεδαιμονιων, ωπλιζοντο και οι Αργειοι· τασσομενων δε, και αυτοι αντετασσοντο· αριστωντων δε, ηριστων ειτα αναπαυομενων, ανεπαυοντο και αυτοι. Κλεομενης δε ποτε λαθρα παρηγγειλεν, οταν αριστοποιεισθαι κηρυξη, οπλισασθαι. Οτε ουν τουτο εκηρυξεν, οι Αργειοι ως ειωθεσαν προς αριστον ετραποντο. Κλεομενης ενταυθα τους εαυτου στρατιωτας ωπλισμενους επαγαγων ραδιως αοπλους και απροσδοκητους τους Αργειους ενικησεν.

Cesare valica le Alpi

Inserito in Polieno.

Τω Καισαρι εν Γαλατια ταις Αλπεσι προσελθοντι οι κατασκοποι προσηγγειλαν τας παροδους υπο των ορειων βαρβαρων φυλαττεσθαι. Ο δε την φυσιν των Αλπεων παρεφυλαξεν. Του ορους κατω ποταμοι πολλοι διαρρεουσι και πολλα ελη βαθυνεται· απο τουτων ομιχλη εξαιρεται πολλη και αμα αυγης αρχομενης εω. Κατα ταυτην την ωραν Καισαρ μερος ημισυ της στρατιας αγαγων κυκλω το ορος περιηρχετο. Οι μεν βαρβαροι της ομιχλης επισκοτουσης ουδεν ορωντες ησυχαζον, ο δε Καισαρ συν τοις στρατιωταις υπερ κορυφης των πολεμιων γενομενος ηλαλαξεν, οι δε ημισεις κατωθεν αντηλαλαξαν, και τα ορη πανταχοθεν συνεπηχησαντα αμηχανον δειμα ενεβαλε τοις βαρβαροις. Οι βαρβαροι μεν αυτικα ψευγοντες φχοντο, ο δε Καισαρ ουτω τας Αλπεις αμαχει υπερεβαλεν.

Stratagemma di Agesilao

Inserito in Polieno.

Αγησιλαος αντικαθημενων Λακεδαιμονιων και Θηβαιων, μεσου ποταμου διειργοντος, ορων τους Λακεδαιμονιους διαβαινειν τον Ευρωταν προθυμουμενους, δεδοικως πλειονας τους Θηβαιους οντας μετα των συμμαχων, λογοποιους καθηκεν, ως αρα χρησμος ειη, τους προτερους τον ποταμον διαβαντας ηττασθαι. Ουτως μεν δη τους Λακεδαιμονιους επισχων, ολιγους των συμμαχων εγγυς του ποταμου καταλιπων και εντειλαμενος, Θηβαιων τον ποταμον διαβαντων, αυτους φευγειν οτι ταχος, αλλους τινας εις ενεδραν κατεκρυψεν εν τοις κοιλοις χωριοις, αυτος δε τους στρατιωτας εις οχυρον και δασυ χωριον αγαγων επεστησε. Θηβαιοι τους περι ποταμον ολιγους οντας ιδοντες, θαρρουντες, διαβαντες, φευγοντας διωκοντες, εις την ενεδραν ενεπεσον και ανηρεθησαν εξακοσιοι.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás