Un pranzo perfetto

Postato in Senofonte.

Μετα το δειπνον ερχεται επι κωμον Συρακοσιος τις ανθρωπος, εχων τε αυλητριδα αγαθην και ορχηστριδα και παιδα πανυ τε ωραιον και πανυ καλως κιθαριζοντα και ορχουμενον. Επει δε η αυλητρις μεν ηυλησεν, ο δε παις εκιθαρισε, και εδοκουν μαλα αμφοτεροι ικανως ευφραινειν, ο Σωκρατης ελεξεν· «Νη Δια, ω Καλλια, τελειως ημας εστιας. Ου γαρ μονον δειπνον αμεμπτον, αλλα και θεαματα και ακροαματα ηδιστα ημιν παρεχεις». Και ο Καλλιας· «ουν ει και μυρον τις ημιν φεροι, ινα και ευωοια εστιωμεθα;» «Μηδαμως· - ελεξεν ο Σωκρατης - ωσπερ γαρ τε εσθης αλλη μεν γυναικι, αλλη δε ανδρι καλη, ουτω και οσμη αλλη μεν ανδρι, αλλη δε γυναικι πρεπει».

Vantaggi dall'agricoltura

Postato in Senofonte.

Η της γεωργιας επιμελεια εστιν αμα ηδυπαθεια και οικου αυξησις και σωματων ασκησις εις το δυνασθαι οσα ανδρι ελευθερω προσηκει. Πρωτον μεν γαρ αφ' ων ζωσιν οι ανθρωποι, ταυτα η γη φερει τοις εργαζομενοις, και αφ' ων τοινυν ηδυπαθουσιν ταυτα προσεπιφερει· επειτα δε οσοις κοσμουσι βωμους και αγαλματα και οις αυτοι κοσμουνται, και ταυτα μετα ηδιστων οσμων και θεαματων παρεχει· επειτα δε οφα πολλα τα μεν φυει, τα δε τρεφει· και γαρ η προβατευτικη τεχνη συναπτεται τη γεωργια, ωστε τους ανθρωπους εχειν και θεοις εξαρεσκεσθαι θυοντας και αυτους χρησθαι.

Aspetti negativi della ricchezza ed aspetti positivi della povertà

Postato in Senofonte.

Ουκουν τοδε μεν ομολογειται, κρειττον ειναι θαρρειν η φοβεισθαι, και ελευθερον ειναι μαλλον η δουλευειν, και θεραπευεσθαι μαλλον η θεραπευειν, και πιστευεσθαι υπο της πατριδος μαλλον η απιστεισθαι. Τοινυν οταν ο πολιτης πλουσιος η, πρωτον μεν φοβειται μη τις αυτου οικιαν διορυσση και τα χρηματα λαμβανη και τι κακον αυτω εργαζηται· επειτα δε και τους συκοφαντας θεραπευει, οτι πασχειν μαλλον κακως ικανος εστιν η ποιειν εκεινους. Και γαρ δη προσταττεται αει τι αυτω δαπαναν υπο της πολεως, αποδημειν δε ουδαμου εξεστιν. Εαν δε ο πολιτης των κτηματων στερηται και ολως πενης γιγνηται, ηδεως μεν καθευδει, ουκετι δε απειλειται αλλ' απειλει αλλοις, και ως ελευθερω και αποδημειν και επιδημειν εξεστιν αυτω.

Parla la virtù

Postato in Senofonte.

«Εγω συνειμι μεν θεοις, συνειμι δε ανθρωποις τοις αγαθοις· εργον δε καλον ουτε θειον ουτ' ανθρωπινον χωρις εμου γιγνεται· τιμωμαι δε μαλιστα και παρα θεοις και παρ' ανθρωποις, οις εστιν η θεοσεβεια, αγαπητη μεν συνεργος τεχνιταις, πιστη δε φυλαξ οικων δεσποταις, ευμενης δε παραστατις οικεταις, αγαθη δε συλληπτρια των εν ειρηνη πονων, βεβαια δε των εν πολεμω συμμαχος εργων, αριστη δε φιλιας κοινωνος. Οι δε φιλοι μου ηδεως σιτων και ποτων απολαυσουσι· ανεςονται γαρ, ει μη επιυυμησουσι αυτων. Υπνος οε ηοιων αυτοις εσται η τοις αμοχυοις, και ουτε αυτον απολειφουσι μετα λυπης, ουτε δια τουτον αμελησουσι του οεοντος. Δι εμε οι μεν νεοι επι τοις των πρεσβυτερων επαινοις ευφρανουνται, οι δε γεραιτεροι γηθησουσιν επι ταις των νεων τιμαις. Παντες δι εμε φιλοι μεν σεοις εσονται, αγαπητοι οε φιλοις, τιμιοι, οε πατρισιν».

Ciro è ingiustamente condannato dal fratello

Postato in Senofonte.

Δαρειου και Παρυσατιδος γιγνονται παιδες δυο, πρεσβυτερος μεν Αρταξερξης, νεωτερος δε Κυρος· επει δε ησθενεε Δαρειος και υπωπτευε τελευτην του βιου, εβουλετο τω παιδε αμφοτερω παρειναι. Ο μεν πρεσβυτερος παρην· Κυρον δε μετεπεμπετο απο της αρχης. Ανεβαινεν ουν Κυρος εχων Τισσαφερνην ως φιλον και τριακοσιους οπλιτας. Μετα τον Δαρειου θανατον, Αρταξερξης απελαμβανε την βασιλειαν. Τισσαφερνης ουν διεβαλλε Κυρον προς τον αδελφον ως επιβουλευοντα αυτω. Ο δε επειθετο και ελαμβανε Κυρον. Πρωτον μεν εβουλευε τον θανατον αυτου ειτα δε ταις της μητρος ευχαις τον αδελφον απεπεμπε παλιν επι την αρχην.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia