Gli Ateniesi arrivano a Egospotami

Postato in Senofonte.

Οι δ' Αθηναιοι κατα ποδας πλεοντες του Λυσανδρου ωρμισαντο της Χερρονησου εν Ελαιουντι ναυσιν ογδοηκοντα και εκατον. Ενταυθα δε αριστοποιουμενοις αυτοις ηγγελθη τα περι Λαμψακον, και ευθυς ανηχθησαν εις Σηστον εκειθεν δ' ευθυς επισιτισαμενοι επλευσαν εις Αιγος ποταμους αντιον της Λαμψακου· διειχε δε ο Ελλησποντος ταυτη σταδιους ως πεντεκαιδεκα. Ενταυθα δε εδειπνοποιουντο. Λυσανδρος δε τη επερχομενη νυκτι, επει ορθρος ην, εσημανεν εις τας ναυς τους στρατιωτας αριστοποιησαμενους εισβαινειν, παντα δε παρασκευασαμενος ως εις ναυμαχιαν και τα παραβληματα παραβαλλων, προειπεν ως μηδεις κινησαιτο εκ της ταξεως μηδε αναγαγοιτο. Οι δε Αθηναιοι αμα τω ηλιω ανισχοντι επι τω λιμενι παρεταξαντο εν μετωπω ως εις ναυμαχιαν. Επει δε ουκ αντανηγαγεν ο Λυσανδρος και της ημερας οψη ην, απεπλευσαν παλιν εις τους Αιγος ποταμους.


La traduzione è visibile ai soli utenti Registrati

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia