L'isola di Creta

Inserito in Strabone.

Εστι μεν η νησος μεταξυ της Λιβυης και της Ευρωπης· κλυζεται δε απο μεν των αρκτων τω Αιγαιω πελαγει και τω Κρητικω, απο δε του νοτου τω Λιβυκω πελαγει. Των δε ακρων το μεν εσπεριον εστι το περι Φαλασαρνα, το δ' εωον το Σαμωνιον εστιν. Εστι δ' ορεινη η νησος, εχει δε κοιλας ευκαρπους. Των δ' ακρωρειων αι μεν προς εσπεραν καλουνται Λευκα ορη· εν μεσω δ' εστι το Ιδαιον ορος μαλα υψηλον· περιοικειται δ' υπο συχνων κωμων. Πολεις δ' εισιν εν τη Κρητη τρεις, Κνωσσος Γορτυνα, Κυδωνια. Διαφεροντως δε την Κνωσσον και Ομηρος υμνει· κειται δ' εν πεδιω η Κνωσσος και εχει επινειον, το Ηρακλειον. Μετα δε την Κνωσσον δευτερει η των Γορτυνιων πολις. Και Γορτυνα κειται εν πεδιω. Εκει εν τω τοιχω του Ωδειου γραφονται οι νομοι της πολεως. Η δε Κυδωνια προς εσπερα κειται· επι θαλαττη ιδρυται και βλεπει προς την Πελοποννησον.

Usanze Indiane

Inserito in Strabone.

Σεβονται μεν τον δμβριον Δια Ινδοι και τον Γαγγην ποταμον και τους εγχωριους δαιμονας. Οταν δε βασιλευς λουη την τριχα, μεγαλην εορτην αγουσι και μεγαλα δωρα πεμπουσι κατα αμιλλαν . Εν δε ταις κατα τας εορτας πομπαις πολλοι μεν ελεφαντες πεμπονται χρυσω κεκοσμημενοι και αργυρω, πολλα δε τεθριππα και βοικα ζευγη· ειθ' η στρατια κεκοσμημενη· και του Ινδικου χαλκου τραπεζαι τε και θρονοι και εκπωματα και λουτηρες, και εσθης δε ποικιλη χρυσοπαστος, και παρδαλεις και λεοντες και των ποικιλων δρνεων και ευφθογγων πληθος.

Come vivono gli Etiopi

Inserito in Strabone.

Οι Αιθιοπες ουτε δωματα ουτ' εσθητας εχουσιν και βιον νσμαδικον διαγουσιν. Το ης δε Αιθιοψι μικρα βοσκηματα εστιν προβατα και αιγες και βοες. Τον μεν πολεμον φευγουσι, την δ' ειρηνην φιλεουσιν· ου γαρ θωρακας ου'τε κορυθας σκευαζειν ειωθασιν. Ενιοι τοις δοναξι στεγας ποιεουσι, αλλοι δε λαμπαδας εν τη νυκτι απτουσιν, και ουτω θερμαινονται. Ζαουσιν απο κεγχρου και κριθης, ουδ' ακροδρυα εχουσι, πλην φοινικων ολιγων εν κηποις βασιλικοις. Οι μεν ανακτες γαλακτι και τυρω χραονται, οι δε πενητες και ποαν σιτεονται και λωτον και καλαμου ριζαν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás