Il balordo

Inserito in Teofrasto.

Εστι δε η αναισθησια, ως ορω ειπειν, βραδυτης ψυχης εν λογοις και πραξεσιν, ο δε αναισθητος τοιουτος τις, οιος λογισαμενος ταις ψηφοις και κεφαλαιον ποιησας ερωταν τον παρακαθημενον: Τι γινεται, και δικην φευγων και ταυτην εισιεναι μελλων επιλαθομενος εις αγρον πορευεσθαι. Και θεωρων εν τω θεατρω μονος καταλειπεσθαι καθευδων. Και πολλα φαγων και της νυκτος επι θακου ανισταμενος αποπλανωμενος υπο κυνος της του γειτονος δηχθηναι. Και λαβων τι και αποθεις αυτος, τουτο ζητειν και μη δυνασθαι ευρειν. Και απαγγελλοντος αυτω, οτι τετελευτηκε τις αυτου των φιλων, ινα παραγενηται, σκυθρωπασας, και δακρυσας ειπειν: Αγαθη τυχη. Και χειμωνος οντος μαχεσθαι τω παιδι, οτι σικυους ουκ ηγορασεν. Και εν αγρω αυτος φακην εψων δις ολας εις την χυτραν εμβαλων αβρωτον ποιησαι. Και λεγοντος τινος: Ποσους οιει κατα τας Ιερας πυλας εξενηνεχθαι νεκρους προς τουτον ειπειν: Οσοι εμοι και σοι γενοιντο.

Il superbo

Inserito in Teofrasto.

Εστι δε η υπερηφανια καταφρονησις τις πλην αυτου των αλλων, ο δε υπερηφανος τοιοσδε τις οιος τω σπευδοντι απο δειπνου εντευξεσθαι φασκειν εν τω περιπατειν: και ευ ποιησας μεμνησθαι: και βαδιζων εν ταις οδοις τας διαιτας κρινειν τοις επιτρεψασι: και χειροτονουμενος εξομνυσθαι τας αρχας, ου φασκων σχολαζειν: και προσελθειν προτερος ουδενι θελησαι. Και τους πωλουντας τι η μεμισθωμενους δεινος κελευσαι ηκειν προς αυτον αμ' ημερα και εν ταις οδοις πορευομενος μη λαλειν τοις εντυγχανουσι, κατω κεκυφως, οταν δε αυτω δοξη, ανω παλιν: και εστιων τους φιλους αυτος μη συνδειπνειν, αλλα των υφ' αυτον τινι συνταξαι αυτων επιμελεισθαι: και προαποστελλειν δε εφ' ον αν πορευηται τον ερουντα οτι προσερχεται: και ουτε επ' αλειφομενον αυτον ουτε λουομενον ουτε εσθιοντα εασαι αν εισελθειν: αμελει δε και λογιζομενος προς τινα τω παιδι συνταξαι τας ψηφους τιθεναι και κεφαλαιον ποιησαντι γραψαι αυτω εις λογον: και επιστελλων μη γραφειν οτι "χαριζοιο αν μοι", αλλ' οτι "βουλομαι γενεσθαι", και "απεσταλκα προς σε ληψομενος", και "οπως αλλως μη εσται", και "την ταχιστην".

Il diffidente

Inserito in Teofrasto.

Εστιν αμελει η απιστια υποληψις τις αδικιας κατα παντων, ο δε απιστος τοιουτος τις οιος, αποστειλας τον παιδα οψωνησοντα, ετερον παιδα πεμπειν τον πευσομενον ποσου επριατο: και φερων αυτος το αργυριον, κατα σταδιον καθιζων αριθμειν ποσον εστιν: και την γυναικα την αυτου ερωταν κατακειμενος ει κεκλεικε την κιβωτον, και ει σεσημανται το κυλικειον, και ει ο μοχλος εις την θυραν την αυλειαν εμβεβληται, και αν εκεινη φη, μηδεν ηττον αυτος αναστας γυμνος εκ των στρωματων και ανυποδητος τον λυχνον αψας ταυτα παντα περιδραμων επισκεψασθαι, και ουτω μολις υπνου τυγχανειν: και τους οφειλοντας αυτω αργυριον μετα μαρτυρων απαιτειν τους τοκους, οπως μη δυναιντο εξαρνοι γενεσθαι. Και το ιματιον δε εκδουναι δεινος, ουχ ος βελτιστα εργασεται, αλλ' οταν η αξιος εγγυητης του κναφεως: και οταν ηκη τις αιτησομενος εκπωματα, μαλιστα μεν μη δουναι, αν δ' αρα τις οικειος η και αναγκαιος, μονον ου πυρωσας και στησας και σχεδον εγγυητην λαβων χρησαι.

Il superstizioso

Inserito in Teofrasto.

Αμελει η δεισιδαιμονια δοξειεν αν ειναι δειλια προς το δαιμονιον, ο δε δεισιδαιμων τοιουτος τις οιος απονιψαμενος τας χειρας και περιρραναμενος, απο ιερου δαφνην εις το στομα λαβων, ουτω την ημεραν περιπατειν: και την οδον εαν υπερδραμη γαλη μη προτερον πορευθηναι εως αν διεξελθη τις η λιθους τρεις υπερ της οδου διαβαλη και εαν ιδη οφιν εν τη οικια, εαν παρειαν. Σαβαζιον καλειν, εαν δε ιερον, ενταυθα ιερον ευθυς ιδρυσασθαι: και των λιπαρων λιθων των εν ταις τριοδοις παριων εκ της ληκυθου ελαιον καταχειν, και επι γονατα πεσων και προσκυνησας απαλλαττεσθαι: και εαν μυς θυλακον αλφιτων διατραγη, προς τον εξηγητην ελθων ερωταν τι χρη ποιειν, και εαν αποκρινηται αυτω εκδουναι τω σκυτοδεψη επιρραψαι, μη κροσεχειν τουτοις, αλλ' αποτραπεις εκθυσασθαι.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás