Sparta prende Decelea

Inserito in Tucidide.

Επειδη γαρ η Δεκελεια το μεν πρωτον υπο πασης της στρατιας εν τω θερει τουτω τειχισθεισα, υστερον δε φρουραις απο των πολεων κατα διαδοχην χρονου επιουσαις τη χωρα επωκειτο, πολλα εβλαπτε τους Αθηναιους, και εν τοις πρωτον χρηματων τ' ολεθρω και ανθρωπων φθορα εκακωσε τα πραγματα. Προτερον μεν γαρ βραχειαι γιγνομεναι αι εσβολαι τον αλλον χρονον της γης απολαυειν ουκ εκωλυον τοτε δε ξυνεχως επικαθημενων, και οτε μεν και πλεονων επιοντων, οτε δ' εξ αναγκης της ισης φρουρας καταθεουσης τε την χωραν και ληστειας ποιουμενης, βασιλεως τε παροντος του των Λακεδαιμονιων Αγιδος, ος ουκ εκ παρεργου τον πολεμον εποιειτο, μεγαλα οι Αθηναιοι εβλαπτοντο.

Nicia si rende conto della situazione grave nell'assedio a Siracusa

Inserito in Tucidide.

Ο δε Νικιας αισθομενος τουτο και ορων καθ' ημεραν επιδιδουσαν την τε των πολεμιων ισχυν και την σφετεραν αποριαν, επεμπε και αυτος ες τας Αθηνας αγγελλων πολλακις μεν και αλλοτε καθ' εκαστα των γιγνομενων, μαλιστα δε και τοτε, νομιζων εν δεινοις τε ειναι και, ει μη ως ταχιστα η σφας μεταπεμψουσιν η αλλους μη ολιγους αποστελουσιν, ουδεμιαν ειναι σωτηριαν. Φοβουμενος δε μη οι πεμπομενοι η κατα την του λεγειν αδυνασιαν η και μνημης ελλιπεις γιγνομενοι η τω οχλω προς χαριν τι λεγοντες ου τα οντα απαγγελλωσιν, εγραψεν επιστολην, νομιζων ουτως αν μαλιστα την αυτου γνωμην μηδεν εν τω αγγελω αφανισθεισαν μαθοντας τους Αθηναιους βουλευσασθαι περι της αληθειας.

Alcibiade

Inserito in Tucidide.

Περι δε του Αλκιβιαδου εναγοντων των εχθρων, οιπερ και πριν εκπλειν αυτον επεθεντο, χαλεπως οι Αθηναιοι ελαμβανον και επειδη το των Ερμων ωοντο σαφες εχειν, πολυ δη μαλλον και τα μυστικα, ων επαιτιος ην, μετα του αυτου λογου και της ξυνωμοσιας επι τω δημω απ' εκεινου εδοκει πραχθηναι. Και γαρ τις και στρατια Λακεδαιμονιων ου πολλη ετυχε κατα τον καιρον τουτον εν ω περι ταυτα εθορυβουντο μεχρι Ισθμου παρελθουσα, προς Βοιωτους τι πρασσοντες. Εδοκει ουν εκεινου πραξαντος και ου Βοιωτων ενεκα απο ξυνθηματος ηκειν, και ει μη εφθασαν δη αυτοι κατα το μηνυμα ξυλλαβοντες τους ανδρας, προδοθηναι αν η πολις. Και τι να μιαν νυκτα και κατεδαρθον εν Θησειω τω εν πολει εν οπλοις.

Alcibiade richiamato ad Atene dalla Sicilia per il processo delle Erme

Inserito in Tucidide.

Και καταλαμβανουσι την Σαλαμινιαν ναυν εκ των Αθηνων ηκουσαν επι τε Αλκιβιαδην ως κελευσοντας αποπλειν ες απολογιαν ων η πολις ενεκαλει, και επ' αλλους τινας των στρατιωτων των μετ' αυτου μεμηνυμενων περι των μυστηριων ως ασεβουντων, των δε και περι των Ερμων. Οι γαρ Αθηναιοι, επειδη η στρατια απεπλευσεν, ουδεν ησσον ζητησιν εποιουντο των περι τα μυστηρια και των περι τους Ερμας δρασθεντων, και ου δοκιμαζοντες τους μηνυτας, αλλα παντα υποπτως αποδεχομενοι, δια πονηρων ανθρωπων πιστιν πανυ χρηστους των πολιτων ξυλλαμβανοντες κατεδουν, χρησιμωτερον ηγουμενοι ειναι βασανισαι το πραγμα και ευρειν η δια μηνυτου πονηριαν τινα και χρηστον δοκουντα ειναι αιτιαθεντα ανελεγκτον διαφυγειν.

Alcibiade accusato per la mutilazione delle Erme

Inserito in Tucidide.

Εν δε τουτω, οσοι Ερμαι ησαν λιθινοι εν τη πολει τη Αθηναιων (εισι δε κατα το επιχωριον, η τετραγωνος εργασια, πολλοι και εν ιδιοις προθυροις και εν ιεροις), μια νυκτι οι πλειστοι περιεκοπησαν τα προσωπα. Και τους δρασαντας ηδει ουδεις, αλλα μεγαλοις μηνυτροις δημοσια ουτοι τε εζητουντο και προσετι εψηφισαντο, και ει τις αλλο τι οιδεν ασεβημα γεγενημενον, μηνυειν αδεως τον βουλομενον και αστων και ξενων και δουλων. Και το πραγμα μειζονως ελαμβανον του τε γαρ εκπλου οιωνος εδοκει ειναι και επι ξυνωμοσια αμα νεωτερων πραγματων και δημου καταλυσεως γεγενησθαι. Μηνυεται ουν απο μετοικων τε τινων και ακολουθων περι μεν των Ερμων ουδεν, αλλων δε αγαλματων περικοπαι τινες προτερον υπο νεωτερων μετα παιδι ας και οινου γεγενημεναι, και τα μυστηρια αμα ως ποιειται εν οικιαις εφ' οβρει· ων και τον Αλκιβιαδην επητιωντο. Και αυτα υπολαμβανοντες οι μαλιστα τω Αλκιβιαδη αχθομενοι εμποδων οντι σφισι μη αυτοις του δημου βεβαιως προεσταναι, και νομισαντες, ει αυτον εξελασειαν, πρωτοι αν ειναι, εμεγαλυνον και εβοων ως επι δημου καταλυσει τα τε μυστικα και η των Ερμων περικοπη γενοιτο και ουδεν ειη αυτων οτι ου μετ' εκεινου επραχθη, επιλεγοντες τεκμηρια την αλλην αυτου ες τα επιτηδευματα ου δημοτικην παρανομιαν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás