Due delle infinite imprese di Eracle: la presa di Pilo e quella di Sparta.

Inserito in Varie.

Μετα δε την της Ελιδος αλωσιν εστρατευεν ο Ηρακλης επι Πυλον και την πολιν ηρει και Περικλυμενον, αλκμον Νηλεως παιδα, εκτεινε. Και δε του Νηλεα τε και τους παιδας αυτου χορις Νεστορος, απεκτεινεν· ο δε υεος ων παρα Γερηνιοις ετρεφετο. Κατα δε την μαχεν και Αιδην ετιτρωσκε Πυλιοις βοηθουντα. Μετα δε την της Πυλου αλωσιν εστρατευεν επι Λακεδαιμουα, ινα τους Ιπποκοωντος παιδας μετερχοιτο· ωριζετο μεν γαρ αυτοις και διοτι Νηλει συυεμαχησαν, μαλλον δε οτι του Λικυμνιου παιδα απεκτειναν. Ερακλες δε του μεν Ιπποκοωντα και τους παιδας αουτυ εκτεινε, την δε πολιν εχειπουτο και Τυνδαρεω την βασιλειαν παρεδιδου.

Interesse giovanile di Giuliano per gli astri

Inserito in Varie.

Εδοκουν τε περιεργοτερον εχειν προς αυτα και πολυπραγμων τις ειναι, και με τις ηδη αστρομαντιν υπελαβεν αρτι γενειητην. Καιτοι νη τους θεους ουποτε τοιαυτη βιβλος εις εμας αφικτο χειρας, ουτε ηπισταμην o τι ποτε εστι το χρημα πωποτε. Αλλα τι ταυτα εγω φημι, μειζω εχων ειπειν, ει φρασαιμι oπως εφρονουν το τηνικαυτα περι θεων; Ληθη δε εστω του σκοτους εκεινου. Το δε oτι με το ουρανιον παντη περιηστραπτε φως ηγειρε τε και παρωξυνεν επι την θεαν, ωστε ηδη και της σεληνης την εναντιαν προς το παν αυτος απ’ εμαυτου κινησιν ξυνειδον, ουδενι πω ξυντυχων των τα τοιαυτα φιλοσοφουντων, εστω μοι τα ρηθεντα σημεια.

Sulla retta concezione degli dei

Inserito in Varie.

Της περι τους θεους ευσεβειας ισθι οτι το κυριωτατον εκεινο εστιν, ορθας υποληψεις περι αυτων εχειν ως οντων και διοικουντων τα ολα καλως και δικαιως και σαυτον εις τουτο κατατεταχεναι, το πειθεσθαι αυτοις και εικειν πασι τοις γινομενοις και ακολουθειν εκοντα ως υπο της αριστης γνωμης επιτελουμενοις. Ουτω γαρ ου μεμψη ποτε τους θεους ουτε εγκαλεσεις ως αμελουμενος. Αλλως δε ουχ οιον τε τουτο γινεσθαι, εαν μη αρης απο των ουκ εφ' ημιν και εν τοις εφ' ημιν μονοις θης το αγαθον και το κακον. Ως, αν γε τι εκεινων υπολαβης αγαθον η κακον, πασα αναγκη, οταν αποτυγχανης ων θελεις και περιπιπτης οις μη θελεις, μεμψασθαι σε και μισειν τους αιτιους.

Alessandro e Bucefalo

Inserito in Varie.

Εγενετο δε Αλεξανδρος ετων ιε, και εν μια των ημερων ετυχε διερχεσθαι αυτον εν τω τοπω, ενθα ην ο Βουκεφαλος ιππος εγκεκλησμενος, και ηκουσε χρεμετισμου φοβερου. Και επιστραφεις προς τους προπολους ειπεν· «Τις ουτος ο χρεμετισμος του ιππου;». Αποκριθεις δε ο Πτολεμαιος ο στραταρχης ειπεν· «Δεσποτα, ουτος εστιν ο Βυκεφαλος ιππος, ον ο πατηρ σου ενεκλεισε δια το ανθρωποφαγον αυτον ειναι». Ακουσας δε ο ιππος της Αλεξανδρου λαλιας εχρεμετισεν εκ δευτερου, ουχ ως παντοτε φοβερον αλλα μελιχρον και λιγυρον ως υπο θεου υποτασσομενος. Ως ουν ηγγισε τω καγγελλω Αλεξανδρος, ευθεως ο ιππος προετεινε τους εμπροσθιους ποδας τω Αλεξανδρω, και την γλωτταν αυτου προσχων αυτω υποφαινων τον ιδιον δεσποτην. Ο δε Αλεξανδρος θεασαμενος την θαυμαστην του ιππου προσοψιν και λειψανα πολλων ανθρωπων βιοθανατων υποκειμενα αυτω, παραγκωνισαμενος τους φυλακας του ιππου ηνοιξε το καγγελλον και δραξαμενος του τενοντος αυτου ηλατο αχαλινωτον και διηγε δια μεσης της πολεως Πελλης.

L'assoluta novità del messaggio cristiano

Inserito in Varie.

Ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν, τοις δε σωζομενοις ημιν δυναμις θεου. Γεγραπται γαρ, Απολω την σοφιαν των σοφων, και την συνεσιν των συνετων αθετησω. Που σοφος; που γραμματευς; που συζητητης του αιωνος τουτου; ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου; εστιν. Επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον, ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας. Επειδη και Ιουδαιοι σημεια αιτουσιν και Ελληνες σοφιαν ζητουσιν, ημεις δε κηρυσσομεν Χριστον εσταυρωμενον, Ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν, αυτοις δε τοις κλητοις, Ιουδαιοις τε και Ελλησιν, Χριστον θεου δυναμιν και θεου σοφιαν οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν, και το ασθενες του θεου ισχυροτερον των ανθρωπων. Βλεπετε γαρ την κλησιν υμων, αδελφοι, οτι ου πολλοι σοφοι κατα σαρκα, ου πολλοι δυνατοι, ου πολλοι ευγενεις· αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους, και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα Ισχυρα, και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος, τα μη οντα, ινα τα οντα καταργηση, οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás