I cittadini illustri di Atene

Postato in Varie.

Παλαι εν ταις Αθηναις πολλοι και επιφανεις πολιται ησαν, οιον φιλοσοφοι, ποιηται, ρητορες και στρατηγοι. Εν τοις φιλοσοφοις μνημονευομεν Σωκρατην, Πλατωνα και Αριστοτελην, εν τοις ποιηταις Σοφοκλεα και Ευριπιδην, εν τοις ρητορσι Δημοσθενην και Αισχινην, εν δε τοις στρατηγοις θεμιστοκλεα και Περικλεα. Υπο Σωκρατους πολλοι, και ου μονον Αθηναιοι, την φιλοσοφιαν εδιδασκοντο και εις την αρετην ετρεποντο, τα δε του Σοφοκλεους και Ευριπιδου δραματα ετερπεν εν τω θεατρο, τους θεατας και μεγα κλεος τοις τραγωδοις παρειχεν. Εν τη των Αθηνων αγορα και πολλοι ρητορες ηγορευον και τω τη πολει χρησιμα συνεβουλευον ο δημος δε νουν παρειχε μαλιστα τω Δημοσθενει και τω Αισχινη. Εν δε τοις στρατηγοις επιφανης εστιν ο Περικλης· η γαρ του Περικλεους αρχη χρυσους αιων των Αθηνων ενομιζετο. Εν δε ταις Αθηναις ουκ αει οι επιφανεις των πολιτων της τιμης ετυγχαναν πολλοι γαρ, αδικως διωκομενοι, εξωστρακιζοντο η θανατω εζημιουντο.

Gli animali nelle favole di Esopo

Postato in Varie.

Εν τοις του Αισωπου μυθοις συχνο λεγεται περι του εθους των ζωων. Ο μεν λυκος λεγεται ωμος ειναι και επιβουλευειν τοις αλλοις ζωοις, μαλιστα δε τοις προβατοις· ο δε τραγος λεγεται ανοητος ειναι και πολλακις υπο των αλλων ζωων εξαπατασθαι. Ο λεων μεν θαυμαζεται τη ευγενεια και τη βασιλικη δυναμει, αλλ' ου δολερος εστιν, οθεν πολλακις τα αλλα ζωα τας επιβουλας εκφευγεν η δ' ελαφος ελαφρα εστιν, ενιοτε δε εν τη φυγη τοις κερασιν εμποδιζεται και ουτως υπο των κυνηγων αλισκεται. Η μυια μεν, καιπερ μικρα, οχλον παρεχει, προσετι δια την υπερηφανιαν καυχαται της γης βασιλεια ειναν ο κυων δε τας οιας φυλασσει, η τον κλοιον εχθραινει και της ελευθεριας ενεκα λιμωσσειν αναγκαζεται. Ο μυρμηξ μεν φιλεργος λεγεται ειναι, ο τεττιξ δε ου προνοητικος. Ο μεν Αισωπος δια των μυθων τα των ζωων εθη επαινει η ψεγει· οι δε ανθρωποι τους μυθους αναγιγνωσκουσι και εις την αρετην επαγονται.

Nomi e caratteristiche delle divinità greche

Postato in Varie.

Η μεν Ηρα Διος γυνη εστι και του γαμου επιμελειαν εχει, η δ' Αθηνα Διος θυγατηρ εστι και των τεχνων επιμελεται. Η Αφροδιτη του καλλους και του ερωτος θεα εστι και «Κυπρις» η «Παφια» ονομαζεται· Παφος γαρ πολις εστι της Κυπρου και εν Παφω ονομαστον ην το της Αφροδιτης ιερον. Θεμις δε θυγατηρ εστι του Ουρανου και της δικης κηδει «θεμις» γαρ και «δικη» ταυτον εστιν. Οι Ελληνες και την Πειθω και τας Ωρας και τας Μουσας θεας νομιζουσιν. Αι μεν Ωραι Διος θυγατερες εισι και των ωρων επιμελονταν αι δε ωραι εαρ, θερος, οπωρα και χειμων εισιν. Των δε Μουσων οι Ελληνες μαλιστα την Καλλιοπην τιμωσιν η Καλλιοπη μεν γαρ της επικης ποιησεως επιμελεται, λεγεται δε Καλλιοπη οτι καλην φωνην εχει· «οψ» γαρ και «φωνη» ταυτον εστιν.

Apollo punisce i greci

Postato in Varie.

Χρυσης, ο ιερευς του Απολλωνος, προσερχεται τω των Αχαιων στρατοπεδω συν δωροις τοις αρχουσι και ικετευει τους βασιλεας ελευθερον αποπεμπειν την θυγατερα. Οι μεν αλλοι των Αχαιων παρακαλουσιν αποδεχεσθαι τα δωρα και ελευθερουν την παρθενον, ο δ' Αγαμεμνων υβριζει τον γεροντα και φοβεραις απειλαις απελαυνει του στρατοπεδου. Ο ιερευς μεν φοβω πειθεται τω βασιλει και απερχεται, επειτα δε ευχεται τον θεον κολαζειν τους Αχαιους. Ο δε Απολλων ακουει των στεναγμων του ιερεως και λοιμον πεμπει τοις Ελλησιν. Τοτε ο θεος καταβαινει εκ του Ολυμπου και καθιζεται εγγυς των νεων και βαλλει τοις θανασιμοις βελεσι πρωτον μεν τους ορεας και τους κυνας, επειτα δε και τους στρατιωτας ηδη δε εν ολω τω στρατοπεδω πυραι ιδρυονται.

La visione dell'ottimista

Postato in Varie.

Ουχ ολοι οι ανθρωποι την ζωην κακον ειναι νομιζουσιν, οτι αφθονα αγαθα τον ανθρωπινον βιον Ευφραινει. Χειμωνος μεν γαρ των εργων αναπαυσις και αργια, θερους δε ευδια, σχολη και οδοιποριαι. Εν τοις δομοις μεν ειρηνη και ευδαιμονια, εν τη αγορα δε ευδοξια, τιμαι και λαμπραι πραξεις συν τοις φιλοις. Ειτα δε εν τοις αγροις μεν το της φυσεως καλλος, υγιεια και παντοδαποι καρποι, εν δε τη θαλασση κερδος. Επι δε της ξενης χωρας, ει μεν πλουσιος ει, κλεος· ει δε χρηματα ουκ εχεις, μονος γιγνωσκεις. Εχεις γαμον; Ολβιος ο οικος· η χρηστη γυνη γαρ το του οικου φως εστιν. Γυναικα ουκ εχεις; Ελαφρος ο βιος και αφροντιστος. Τα τεκνα μεν χαρα, αφροντις δε ο απαις βιος. Τελος δε η νεοτης μεν κρατερα και ραθυμος· το γηρας δε φρονιμον και ησυχον. Τοις ανθρωποις ουν αιρετον εστι ταις του ηλιου αυγαις χαιρειν η μηδαμως γιγνεσθαι.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia