La visione del pessimista

Postato in Varie.

Των ανθρωπων ο μεν τα ολα λιαν κακα, ο δε λιαν καλα νομιζει· τοιγαρ ο μεν αει αθυμος και μελαγχολικος, ο δε ευθυμος και μαλα ιλαρος εστιν. Κατα την του αθυμου γνωμην πικρα εστι τοις ανθρωποις η του βιου οδος. Χειμωνας μεν γαρ ψυχη, θερους δε θαλπη. Εν τω οικω μεν φροντιδες και μεριμναι, εν τη αγορω δε νεικη και χαλεπα πραγματα προς των γειτονων. Ειτα δε εν τοις αγροις μεν πονοι, χαλαζα και σιτοδειαν εν τη θαλασση δε ταρβος, φοβεραι λαιλαπες και ναυαγιαι. Ει μεν ως οδοιπορος εις ξενην χωραν βαινεις και χρηματα εχεις, δεος· ει τουναντιον απορος ει, χαλεπος ο βιος. Εχεις γαμον; Ουκ αμεριμνος ει ταις γυναιξι γαρ η τρυφη αρεσκει και πολλακις η ουσια εν υπερμετροις δαπαναις αναλισκεται. Γυναικα ουκ εχεις; Ερημος και μοχθηρος ο βιος· τα τεκνα μεν σαφως προβλημα εστιν, απαις βιος δε πηρωσις. Τελος δε η νεοτης μεν ανευ φρονηματος, το γηρας δε ανευ κρατους εστιν. Τοις ανθρωποις ουν αιρετον εστι το μηδαμως ζην η βιον αναριθμητοις μεριμναις υποτασσομενον διαγειν.

I benefici di Efesto e Dioniso

Postato in Varie.

Ο Ηφαιστος και ο Διονυσος ως ευεργεται εις το των ανθρωπων γενος σεβονται. Τον Ηφαιστον μεν λεγουσιν ευρετην της του σιδηρου και του χαλκου και χρυσου και αργυρου εργασιας. Ο θεος εξευρισκεται και τας του πυρος χρειας και τας τεχνας παρεχει τοις ανθρωποις· διο οι των τεχνων δημιουργοι ευχας και θυσιας τω Ηφαιστω ποιουσι και το πυρ υπο των ανθρωπων και Ηφαιστος προσαγορευεται. Ο Αχιλλευς ποτε, ως εν τοις Ομηρικοις ποιημασιν αναγιγνωσκομεν, μετα τον του φιλου Πατροκλου φονον υπο του Εκτορος την προς τον Αγαμεμνονα οργην παυει. Τοτε ουν ο ηρως την πανοπλιαν απο του Ηφαιστου αποδεχεται και τοις εκ του θεου οπλοις επι τον πολεμον εξερχεται και μυριους πολεμιους επι τον Σκαμανδρον ποταμον συνδιωκει και αναιρει. Διονυσον δε οι μυθοι λεγουσι της αμπελου και της αμπελουργιας ευρετην προσετι δε ο θεος τους ανθρωπους την του οινου χρειαν διδασκει. Παρα δε του Διονυσου οι ανθρωποι μανθανουσι και τον αποθησαυρισμον των της οπωρας καρπων δια της γεωργιας.

La vita serena della campagna

Postato in Varie.

Εν τοις αγροις καλαι θεαι την ορασιν και την ακοην ευφραινουσιν. Εν τω πεδιω γαρ θαυμαστα και υψηλα δενδρα εστιν. Αι ελαιαι τοις μεν οδοιποροις ηδυμον σκιαν παρεχουσιν, τοις δε αθληταις και τοις πολιταις καθαρον ελαιον. Καλοι ιπποι εν τοις αγροις τρεχουσιν, η την χλωραν ποαν τρωγουσιν, η διψη αναγκαζονται προς τον ποταμον πορευεσθαν εν δε ταις υλαις φευγουσιν οι ατολμοι ελαφοι. Επι τοις δενδρεσι παντοδαποι ορνιθες ηδεως αδουσιν· εκ δε των πετρων πηγαι ψυχραι και φαιδροι εκρεουσιν εν δε τοις κηποις καλα και ηδυοσμα ανθη θαλλει. Εν τω ουρανω ο ηλιος καταλαμπει· οι γεωργοι την γην εργαζονται και αδουσιν. Ο βιος μην εν τοις αγροις χαλεπος εστιν, αλλα ουτε φθονοι ουτε μεριμναι ουτε κερδους η τιμων επιθυμιαι την των γεωργων καρδιαν τειρουσιν δικαιως ουν οι γεωργοι υπο των ποιητων εγκωμιαζονται και ευδαιμονιζονται.

La Persia

Postato in Varie.

Η Περσις πεδινη και παμφορος χωρα εστιν. Πληθυει δε ποταμων και λιμνων, ενθα οι αλιεις ιχθυς αλιευουσιν. Εν τοις πεδιοις οι μεν γεωργοι τοις βουσι τους αγρους αροτρευουσιν, οι δε νομεις αγελας βοων και ιππων νεμουσιν, πολλαχου δε και αι γραες βουκολοι εισιν. Οτε μεν ουν ο βασιλευς της Περσιδος μεθ' ιππων εις σατραπειας ελαυνει, οι ιερεις του αστεως βους τοις θεοις θυουσιν, οι δε κατοικοι δωρα φερουσι βους και ιππους χρυσοχαλινους. Και οι πτωχοι των υπηκοων, οι ομωες, χαλκεις, σκυτεις και βουκολοι δωρα φερουσιν, τουτεστι οπλα, τυρον, φωκτας και αλλα τρωκτα. Ο δε βασιλευς, οτε εις τα βασιλεια επανερχεται, βασιλικα δωρα πεμπει τοις σατραπαις και τοις σπουδαιοις των κατοικων.

Arriva la primavera

Postato in Varie.

Ο ανεμιαιος χειμων απο του ουρανου απερχεται, και ιδου λαμπει η λαμπρα ωρα του πολυανθεμου εαρος. Η ευκαρπος γη τη χλωρα ποα περιστεφεται και τα δενδρα νεα και απαλα φυλλα αποφαινει. Οι λειμωνες την ψυχραν της εω δροσον πινουσι και θαλλουσιν και τα ροδα εν τοις κηποις θαλλει. Ο ποιμην μεν εν τοις ορεσι συριζει, ο αιπολος δε τοις νεογνοις εριφοις των αιγων επιτερπεται. Ηδη οι ναυται εκ των λιμενων απερχονται και την θαλασσαν ταις ναυσι διαβαινουσιν επι τοις κυμασι τω του Ζεφυρου ουριω πνευματι φερομενοι. Πανταχη εορτη και χαρα εστιν. Αι φιλοπονοι μελισσαι το μελι εργαζονται και τον λευκον κηρον κατασκευαζουσιν. Αι αηδονες μεν εν ταις υλαις αδουσιν, αι χελιδονες δε αμφι τα των πολεων μελαθρα, οι κυκνοι δε επι ταις των ποταμων οχθαις, αι αλκυονες δε περι κυμα θαλασσης. Οι νεανιαι και αι κοραι, τας κεφαλας τω κισσω περιστεφομενοι, εν τοις λειμωσιν η εν τοις ορεσι τω φερεσταφυλω Διονυσω ευαζουσιν.

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia