I cittadini illustri di Atene

Postato in Varie.

Παλαι εν ταις Αθηναις πολλοι και επιφανεις πολιται ησαν, οιον φιλοσοφοι, ποιηται, ρητορες και στρατηγοι. Εν τοις φιλοσοφοις μνημονευομεν Σωκρατην, Πλατωνα και Αριστοτελην, εν τοις ποιηταις Σοφοκλεα και Ευριπιδην, εν τοις ρητορσι Δημοσθενην και Αισχινην, εν δε τοις στρατηγοις θεμιστοκλεα και Περικλεα. Υπο Σωκρατους πολλοι, και ου μονον Αθηναιοι, την φιλοσοφιαν εδιδασκοντο και εις την αρετην ετρεποντο, τα δε του Σοφοκλεους και Ευριπιδου δραματα ετερπεν εν τω θεατρο, τους θεατας και μεγα κλεος τοις τραγωδοις παρειχεν. Εν τη των Αθηνων αγορα και πολλοι ρητορες ηγορευον και τω τη πολει χρησιμα συνεβουλευον ο δημος δε νουν παρειχε μαλιστα τω Δημοσθενει και τω Αισχινη. Εν δε τοις στρατηγοις επιφανης εστιν ο Περικλης· η γαρ του Περικλεους αρχη χρυσους αιων των Αθηνων ενομιζετο. Εν δε ταις Αθηναις ουκ αει οι επιφανεις των πολιτων της τιμης ετυγχαναν πολλοι γαρ, αδικως διωκομενοι, εξωστρακιζοντο η θανατω εζημιουντο.


La traduzione è visibile ai soli utenti Registrati

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia