Anassagora

Postato in Varie.

Κατα την Ξερξου διαβασιν ο Αναξαγορας εικοσιν ετων ην και εκ τουτου του χρονου Αθηνησιν φιλοσοφων διετριβεν ετη τριακοντα. Ουτος ελεγεν οτι ο μεν ηλιος μυδρος εστι διαπυρος και μειζω της Πελοποννησου, η δε σεληνη οικησεις εχει, αις ενοικουσι σεληνιται ανθρωποι. Αρχας του παντος ελεγεν ειναι τας ομοιομερειας, αι μοιραι αλληλαις ομοιαι και ελαχισται εισιν καθαπερ γαρ εκ των ψηγματων λεγομενων ο χρυσος γιγνεται, ουτως εκ των ομοιομερειων το παν γιγνεται. Οτε δε τις αυτον ηρωτα τινι τροπω των ομοιομερειων ομοιων ουσων κινησις γιγνοιτο, νουν μεν αρχην ειναι κινησεως απεκρινετο, των δε σωματων τα μεν βαρεα εις τον κατω τοπον κινεισθαι, τα δε κουφα εις τον ανω. Βροντας δε και αστραπας ουκ εκ Διος γιγνεσθαι ελεγεν, αλλα τας μεν συγκρουσιν ειναι νεφων, τας δε εκτριψιν. Δια δε ταυτας τας θεωριας περι του κοσμου και περι των θεων διωκομενος, πεντε ταλαντοις εζημιουτο και εφυγαδευετο. Αποχωρων ουν εις Λαμψακον αυτοθι ετελευτα.


La traduzione è visibile ai soli utenti Registrati

PageRank

Google Pagerank mérés, keresőoptimalizálás

Partners

HouseMusicItalia