Versioni di greco di Aristotele tradotte in italiano

Differenze tra discorso scritto e discorso pronunciato

Και παραβαλλομενοι οι μεν των γραφεων λογοι εν τοις αγωσι στενοι φαινονται, οι δε των ρητορων, ευ λεχθεντες, ιδιωτικοι εν ταις χερσιν. Αιτιον δ' οτι εν τω αγωνι αρμοττει τα υποκριτικα διο και αφηρημενης της υποκρισεως ου ποιουντα το αυτων εργον φαινεται ευηθη, οιον τα τε ασυνδετα και το πολλακις το αυτο ειπειν εν τη γραφικη ορθως αποδοκιμοιζεται, εν δε αγωνιστικη ου, και οι ρητορες χρωνταν εστι γαρ υποκριτικη.

Traduzione

Oscurità dello stile di Eraclito

Ολως δε δει ευαναγνωστον ειναι το γεγραμμενον και ευφραστον εστιν δε το αυτο· οπερ οι πολλοι συνδεσμοι ουκ εχουσιν, ουδ' α μη ραδιον διαστιξαι, ωσπερ τα Ηρακλειτου. Τα γαρ Ηρακλειτου διαστιξαι εργον δια το αδηλον ειναι ποτερω προσκειται, τω υστερον η τω προτερον, οιον εν τη αρχη αυτη του συγγραμματος· φησι γαρ «του λογου τουδ' εοντος αει αξυνετοι ανθρωποι γιγνονται»· αδηλον γαρ το αει, προς ποτερω δει διαστιξαι. Ετι τοδε ποιει σολοικιζειν, το μη αποδιδοναι, εαν μη επιζευγνυης δ' αμφοιν αρμοττει, οιον η ψοφω και χρωματι το μεν ιδων ου κοινον, το δ' αισθομενος κοινον.

Traduzione

La similitudine

Εστιν δε και η εικων μεταφορα· διαφερει γαρ μικρον οταν μεν γαρ ειπη τον Αχιλλεα «ως δε λεων επορουσεν», εικων εστιν, οταν δε «λεων επορουσε», μεταφορα δια γαρ το αμφω ανδρειους ειναι, προσηγορευσεν μετενεγκας λεοντα τον Αχιλλεα. Χρησιμον δε η εικων και εν λογω, ολιγακις δε· ποιητικον γαρ. Οιστεαι δε ωσπερ αι μεταφοραι· μεταφοραι γαρ εισι, διαφερουσαι τω ειρημενω. Εισιν δ' εικονες οιον ην Ανδροτιων εις Ιδριεα, οτι ομοιος τοις εκ των δεσμων κυνιδιοις· εκεινα τε γαρ προσπιπτοντα δακνειν, και Ιδριεα λυθεντα εκ των δεσμων ειναι χαλεπον.

Traduzione

Pericoli nell'uso delle metafore

Και ετι τεταρτον το ψυχρον εν ταις μεταφοραις γινεται· εισιν γαρ και μεταφοραι απρεπεις, αι μεν δια το γελοιον (χρωνται γαρ και οι κωμωδοποιοι μεταφοραις), αι δε δια το σεμνον αγαν και τραγικον· ασαφεις δε, αν πορρωθεν, οιον Γοργιας «χλωρα και αναιμα το πραγματα», «συ δε ταυτα αισχρως μεν εσπειρας κακως δε εθερισας»· ποιητικως γαρ αγαν. Και ως Αλκιδαμας την φιλοσοφιαν «επιτειχισμα τω νομω», και την Οδυσσειαν «καλον ανθρωπινου βιου κατοπτρον», και «ουδεν τοιουτον αθυρμα τη ποιησει προσφερων»· απαντα γαρ ταυτα απιθανα δια τα ειρημενα.

Traduzione

La chiarezza espositiva

Εστω ουν εκεινα τεθεωρημενα και ωρισθω λεξεως αρετη σαφη ειναι (σημειον γαρ τι ο λογος ων, εαν μη δηλοι ου ποιησει το εαυτου εργον), και μητε ταπεινην μητε υπερ το αξιωμα, αλλα πρεπουσαν η γαρ ποιητικη ισως ου ταπεινη, αλλ' ου πρεπουσα λογω. Των δ' ονοματων και ρηματων σαφη μεν ποιει τα κυρια, μη ταπεινην δε αλλα κεκοσμημενην ταλλα ονοματα οσα ειρηται εν τοις περι ποιητικης· το γαρ εξαλλαξαι ποιει φαινεσθαι σεμνοτεραν ωσπερ γαρ προς τους ξενους οι ανθρωποι και προς τους πολιτας, το αυτο πασχουσιν και προς την λεξιν διο δει ποιειν ξενην την διαλεκτον θαυμασται γαρ των αποντων εισιν, ηδυ δε το...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it