Versioni di greco di Diogene Laerzio tradotte in italiano

Le parti della filosofia secondo lo Stoicismo

Τριμερη φασιν ειναι τον κατα φιλοσοφιαν λογον ειναι γαρ αυτου το μεν τι φυσικον, το δε ηθικον, το δε λογικον. Ουτω δε πρωτος διειλε Ζηνων ο Κιτιευς εν τω Περι λογου και Χρυσιππος εν τω α Περι λογου και εν τω α των Φυσικων και Απολλοδωρος και Συλλος εν τω πρωτω των Εις τα δογματα εισαγωγων και Ευδρομος εν τη Ηθικη στοιχειωσει και Διογενης ο Βαβυλωνιος και Ποσειδωνιος. Ταυτα δε τα μερη ο μεν Απολλοδωρος τοπους καλει, ο δε Χρυσιππος και Ευδρομος ειδη, αλλοι γενη. Εικαζουσι δε ζωω την φιλοσοφιαν, οστοις μεν και νευροις το λογικον προσομοιουντες, τοις δε σαρκωδεστεροις το ηθικον, τη δε ψυχη το φυσικον....

Traduzione

Aristotele

Αριστοτελης Νικομαχου και Φαιστιδος Σταγειριτης. Ο δε Νικομαχος ην απο Νικομαχου του Μαχαονος του Ασκληπιου, καθα φησιν Ερμιππος εν τω Περι Αριστοτελους, και συνεβιου Αμυντα τω Μακεδονων βασιλει ιατρου και οριλου χρεια. Ουτος γνησιωτατος των Πλατωνος μαθητων, τραυλος την φωνην, ως φησι Τιμοθεος ο Αθηναιος εν τω Περι βιων αλλα και ισχνοσκελης, ορασιν, ην και μικρομματος εσθητι τ' επισημω χρωμενος και δακτυλιοις και κουρα. Εσχε δε και υιον Νικομαχον εξ Ερπυλλιδος της παλλακης, ως φησι Τιμοθεος. Απεστη δε Πλατωνος ετι περιοντος· ωστε ορασιν εκεινον ειπειν, «Αριστοτελης ημας απελακτισε καθαπερει...

Traduzione

Origine della filosofia

Το της φιλοσοφιας εργον ενιοι φασιν αττο βαρβαρων αρξαι. Γεγενησθαι γαρ παρα μεν Περσαις Μαγους, παρα δε Βαβυλωνιοις η Ασσυριοις Χαλδαιους, και γυμνοσοφιστας παρ' Ινδοις, παρα τε Κελτοις και Γαλαταις τους καλουμενους Δρυιδας και Σεμνοθεους, καθα φησιν Αριστοτελης εν τω Μαγικω και Σωτιων εν τω εικοστω τριτω της Διαδοχης. Φοινικα τε γενεσθαι Ωχον, και Θρακα Ζαμολξιν, και Λιβυν Ατλαντα. Αιγυπτιοι μεν γαρ Νειλου γενεσθαι παιδα Ηφαιστον, ον αρξαι φιλοσοφιας, ης τους προεστωτας ιερεας ειναι και προφητας. Απο δε τουτου εις Αλεξανδρον τον Μακεδονα ετων ειναι μυριαδας τεσσαρας και οκτακισχιλια οκτακοσια...

Traduzione

Un risveglio traumatico

Επιμενιδης, καθα φησι Θεοπομπος και αλλοι συχνοι, πατρος μεν ην Φαιστιου, οι δε Δωσιαδα, οι δε Αγησαρχου. Κρης το γενος απο Κνωσου, καθεσει της κομης το ειδος παραλλασσων. Ουτος ποτε πεμφθεις παρα του πατρος εις αγρον επι προβατον, της οδου κατα μεσημβριαν εκκλινας υπ' αντρω τινι κατεκοιμηθη επτα και πεντηκοντα ετη. Διαναστας δε μετα ταυτα εζητει το προβατον, νομιζων επ' ολιγον κεκοιμησθαι. Ως δε ουχ ευρισκε, παρεγενετο εις τον αγρον, και μετεσκευασμενα παντα καταλαβων και παρ' ετερω την κτησιν, παλιν ηκεν εις αστυ διαπορουμενος. Κακει δε εις την εαυτου εισιων οικιαν περιετυχε τοις πυνθανομενοις...

Traduzione

I principi di vita di Diogene il Cinico

Ο Διογενης, ο δ' ονομαστοτατος των κυνικων φιλοσοφων, ελεγε κατα φυσιν τους ανθρωπους δειν ζην αυτος γαρ οποσα εοτι πολυδαπανα και δεομενα πολλης πραγματειας και ταλαιπωριας, ταυτα μεν εφυλαττετο και απεφαινεν βλαβερα τοις χρωμενοις εσεσθαι· οσα δε ραδιως και απραγμονως επικουρει τω σωματι και προς χειμωνα και προς λιμον, ουδεν τουτων ημελει, αλλα και τους τοπους ηρειτο τους υγιεινοτατους και δσους ενομιζε προσφορωτατους εσεσθαι αυτω εκαστη ωρα και επεμελειτο οπως ευπορησει της ικανης τροφης και μη αυτον επιλειψει τα αναγκαια. Πραγματων δε και δικων και φιλονικιων και πολεμων και στασεων επειρατο...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it