Versioni di greco di Giuliano tradotte in italiano

La dea Madre

Τις ουν η Μητηρ των θεων; Η των κυβερνωντων τους εμφανεις νοερων και δημιουργικων θεων πηγη, η και τεκουσα και συνοικουσα τω μεγαλω Διι, θεος υποστασα μεγαλη μετα τον μεγαν και συν τω μεγαλω δημιουργω, η πασης μεν κυρια ζωης, πασης δε γενεσεως αιτια, η ραστα μεν επιτελουσα τα ποιουμενα, γεννωσα δε διχα παθους και δημιουργουσα τα οντα μετα του Πατρος· αυτη γαρ και παρθενος αμητωρ και Διος συνθωκος και μητηρ θεων οντως ουσα παντων. Των γαρ νοητων υπερκοσμιων θεων δεξαμενη παντων αιτιας εν εαυτη, πηγη τοις νοεροις εγενετο.

Traduzione

Miracolo della dea Madre

Ειλκον δη ουν προς αντιον τον ρουν, η δε ουχ ειπετο. Βραχεσι δε εντετυχηκοτες ωθειν επειρωντο την ναυν, η δε ουκ εικεν ωθουντων. Πασα δε μηχανη προσηγετο το εντευθεν, η δε ουχ ηττον αμετακινητος ην ωστε εμπιπτει κατα της ιερωμενης την παναγεστατην ιερωσυνην παρθενου δεινη και αδικος υποψια, και την Κλωδιαν ητιωντο, τουτο γαρ ονομα ην τη σεμνη παρθενω, μη πανταπασιν αχραντον μηδε καθαραν φυλαττειν εαυτην τη θεω· οργιζεσθαι ουν αυτην και μηνιειν εμφανως· εδοκει γαρ ηδη τοις πασιν ειναι το χρημα δαιμονιωτερον. Η δε το μεν πρωτον αιδους υπεπιμπλατο προς τε το ονομα και την υποψιαν, ουτω πανυ πορρω...

Traduzione

Duplice natura dell'uomo

Κοινως μεν δη τα προσθεν ρηθεντα περι της ουσιας αυτου ταις δυναμεσι προσηκειν υποληπτεον. Ου γαρ αλλο μεν εστιν ουσια θεου, δυναμις δε αλλο, και νη Δια τριτον παρα ταυτα ενεργεια. Παντα γαρ απερ βουλεται, ταυτα εστι και δυναται και ενεργει· ουτε γαρ ο μη εστι βουλεται, ουτε ο βουλεται οραν ου σθενει, ουθ' ο μη δυναται ενεργειν εθελει. Ταυτα μεν ουν περι τον ανθρωπον ουχ ωδε εχει· διττη γαρ εστι μαχομενη φυσις εις εν κεκραμενη ψυχης και σωματος, της μεν θειας, του δε σκοτεινου τε και ζοφωδους, εοικε τε ειναι μαχη τις και στασις. Επει και Αριστοτελης φησι δια το τοιουτο μητε τας ηδονας ομολογειν...

Traduzione

Esaltazione dello splendore dell'universo

Ο θειος ουτος και παγκαλος κοσμος απ' ακρας αψιδος ουρανου μεχρι γης εσχατων υπο της αλυτου συνεχομενος του θεου προνοιας εξ αιδιου γεγονεν αγεννητως ες τε τον επιλοιπον χρονον αιδιος, ουχ υπ' αλλου του φρουρουμενος η προσεχως μεν υπο του πεμπτου σωματος, ου το κεφαλαιον εστιν «ακτις αελιου», βαθμω δε ωσπερ δευτερω του νοητου κοσμου, πρεσβυτερως δε ετι δια τον «παντων βασιλεα, περι ον παντα εστιν». Ουτος τοινυν, ειτε «το επεκεινα του νου» καλειν αυτον θεμις ειτε ιδεαν των οντων, ο δη φημι το νοητον ξυμπαν, ειτε εν, επειδη παντων το εν δοκει πως πρεσβυτατον, ειτε ο Πλατων ειωθεν ονομαζειν ταγαθον,...

Traduzione

Il carattere di Giuliano

«Αλλα τι παθων αυτος επιχειρεις ακροασθαι περι των συμβολαιων και δικαζειν; ου γαρ δη και τουτο σε ο παιδαγωγος εδιδασκεν, ος ουδε ει αρξεις ηπιστατο». Δεινος δε ανεπεισε γερων, ον και υμεις ως οντα μαλιστα αιτιωτατον των εμων επιτηδευματων ορθως ποιουντες ξυλλοιδορειτε μοι, και τουτον δε, ευ ιστε, υπ' αλλων εξηπατημενον. Ονοματα ηκει προς υμας πολλακις κωμωδουμενα, Πλατων και Σωκρατης και Αριστοτελης και Θεοφραστος. Εκεινοις ο γερων ουτος πεισθεις υπο αφροσυνης, επειτα εμε νεον ευρων, εραστην λογων, ανεπεισεν ως, ει τα παντα εκεινων ζηλωτης γενοιμην, αμεινων εσομαι των μεν αλλων ανθρωπων ισως...

Traduzione

  • 1
  • 2

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it